Text
αὐτὸν ὁρᾶν Ἰόβακχον ἐδόξαμεν, ἡνίκα Ληναῖς
ὁ πρέσβυς νεαρῆς ἦρχε χοροιμανίης,
καὶ Κάδμου τὰ πάρηβα χορεύματα, καὶ τὸν ἀφ᾽ ὕλης
ἄγγελον εὐιακῶν ἰχνελάτην θιάσων,καὶ τὴν εὐάζουσαν ἐν αἵματι παιδὸς Ἀγαυὴν
— Paton edition
λυσσάδα. φεῦ θείης ἀνδρὸς ὑποκρισίης.
Comments