Text
Χιονέην με λίθον παλιναυξέος ἐκ περιωπῆς
λαοτύπος τμήξας πετροτόμοις ἀκίσι
Μῆδος ἐποντοπόρευσεν, ὅπως ἀνδρείκελα τεύξῃ,
τῆς κατ᾽ Ἀθηναίων σύμβολα καμμονίης.ὡς δὲ δαϊζομένοις Μαραθὼν ἀντέκτυπε Πέρσαις
καὶ νέες ὑγροπόρουν χεύμασιν αἱμαλέοις,
ἔξεσαν Ἀδρήστειαν ἀριστώδινες Ἀθῆναι,
δαίμον᾽ ὑπερφιάλοις ἀντίπαλον μερόπων.
ἀντιταλαντεύω τὰς ἐλπίδας: εἰμὶ δὲ καὶ νῦννίκη Ἐρεχθείδαις, Ἀσσυρίοις Νέμεσις.
— Paton edition
Comments