Epigram 16.134

URN
Created on
By
Updated on

Descriptions

Text

Τανταλὶ παῖ, Νιόβα, κλύ᾽ ἐμὰν φάτιν, ἄγγελον ἄτας:
δέξαι σῶν ἀχέων οἰκτροτάταν λαλιάν.
λῦε κόμας ἀνάδεσμον, ἰώ, βαρυπενθέσι Φοίβου
γειναμένα τόξοις ἀρσενόπαιδα γόνον

οὔ σοι παῖδες ἔτ᾽ εἰσίν. ἀτὰρ τί τόδ᾽ ἄλλο; τί λεύσσω;
αἶ, αἶ, πλημμυρεῖ παρθενικαῖσι φόνος.
ἁ μὲν γὰρ ματρὸς περὶ γούνασιν, ἁ δ᾽ ἐνὶ κόλποις
κέκλιται, ἁ δ᾽ ἐπὶ γᾶς, ἁ δ᾽ ἐπιμαστίδιος:
ἄλλα δ᾽ ἀντωπὸν θαμβεῖ βέλος: ἁ δ᾽ ἐπ᾽ ὀιστοῖς

πτώσσει: τᾶς δ᾽ ἔμπνουν ὄμμ᾽ ἔτι φῶς ὁράᾳ.
ἁ δὲ λάλον στέρξασα πάλαι στόμα, νῦν ὑπὸ θάμβευς
μάτηρ σαρκοπαγὴς οἷα πέπηγε λίθος.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 16.134: First revision

See all modifications →