Text
οἶδα Φιλοκτήτην ὁρόων, ὅτι πᾶσι φαείνει
ἄλγος ἑόν, καὶ τοῖς τηλόθι δερκομένοις.
ἄγρια μὲν κομόωσαν ἔχει τρίχα: δεῦρ᾽ ἴδε κόρσης
χαίτην τρηχαλέοις χρώμασιν αὐσταλέην:δέρμα κατεσκληκὸς δὲ φέρει καὶ ῥικνὸν ἰδέσθαι,
— Paton edition
καὶ τάχα καρφαλέον χερσὶν ἐφαπτομέναις:
δάκρυα δὲ ξηροῖσιν ὑπὸ βλεφάροισι παγέντα
ἵσταται, ἀγρύπνου σῆμα δυηπαθίης.
Comments