GET /api/texts/1894/?format=api
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept

{
    "url": "https://anthologiagraeca.org/api/texts/1894/?format=api",
    "language": {
        "code": "grc",
        "iso_name": "Ancient Greek (to 1453)",
        "url": "https://anthologiagraeca.org/api/languages/grc/?format=api"
    },
    "edition": {
        "url": "https://anthologiagraeca.org/api/editions/1/?format=api",
        "descriptions": [
            {
                "url": "https://anthologiagraeca.org/api/descriptions/424/?format=api",
                "language": {
                    "code": "eng",
                    "iso_name": "English",
                    "url": "https://anthologiagraeca.org/api/languages/eng/?format=api"
                },
                "created_at": "2021-05-06T21:10:04.033306Z",
                "updated_at": "2021-05-06T21:10:04.033317Z",
                "description": "Paton edition"
            }
        ],
        "edition_type": 0,
        "metadata": {},
        "created_at": "2021-04-08T21:27:25.406000Z",
        "updated_at": "2021-04-08T21:27:25.406000Z"
    },
    "unique_id": 99991851,
    "created_at": "2020-06-17T15:53:56Z",
    "updated_at": "2020-06-17T15:53:56Z",
    "validation": 0,
    "status": 1,
    "text": "\n                     Εὐδοκίη μὲν ἄνασσα Θεὸν σπεύδουσα γεραίρειν,\n πρώτη νηὸν ἔτευξε θεοφραδέος Πολυεύκτου\n ἀλλ᾽ οὐ τοῖον ἔτευξε καὶ οὐ τόσον οὔ τινι φειδοῖ,\nοὐ κτεάτων χατέουσα — τίνος βασίλεια χατίζει;  —\n\n                      ἀλλ᾽ ὡς θυμὸν ἔχουσα θεοπρόπον, ὅττι γενέθλην\n καλλείψει δεδαυῖαν ἀμείνονα κόσμον ὀπάζειν.\n ἔνθεν Ἰουλιανή, ζαθέων ἀμάρυγμα τοκήων,\n τέτρατον ἐκ κείνων βασιλήιον αἷμα λαχοῦσα,\n ἐλπίδας οὐκ ἔψευσεν ἀριστώδινος ἀνάσσης:\n\n                     ἀλλά μιν ἐκ βαιοῖο μέγαν καὶ τοῖον ἐγείρει,\n κῦδος ἀεξήσασα πολυσκήπτρων γενετήρων\n πάντα γὰρ ὅσσα τέλεσσεν ὑπέρτερα τεῦξε τοκήων,\n ὀρθὴν πίστιν ἔχουσα φιλοχρίστοιο μενοινῆς.\nτίς γὰρ Ἰουλιανὴν οὐκ ἔκλυεν, ὅττι καὶ αὐτοὺς\n\n                     εὐκαμάτοις ἔργοισιν ἑοὺς φαίδρυνε τοκῆας,\nεὐσεβίης ἀλέγουσα; μόνη δ᾽ ἱδρῶτι δικαίῳ\n ἄξιον οἶκον ἔτευξεν ἀειζώῳ Πολυεύκτῳ.\n καὶ γὰρ ἀεὶ δεδάηκεν ἀμεμφέα δῶρα κομίζειν\n πᾶσιν ἀεθλητῆρσιν ἐπουρανίου βασιλῆος.\n\n                     \n                      πᾶσα χθὼν βοάᾳ, πᾶσα πτόλις, ὅττι τοκῆας\n φαιδροτέρους ποίησεν ἀρειοτέροισιν ἐπ᾽ ἔργοις,\n ποῦ γὰρ Ἰουλιανὴν ἁγίοις οὐκ ἔστιν ἰδέσθαι\n νηὸν ἀναστήσασαν ἀγακλέα; ποῦ σέο μούνης\nεὐσεβέων οὐκ ἔστιν ἰδεῖν σημήια χειρῶν;\n\n                      ποῖος δ᾽ ἔπλετο χῶρος, ὃς οὐ μάθε σεῖο μενοινὴν\nεὐσεβίης πλήθουσαν; ὅλης χθονὸς ἐνναετῆρες\n σοὺς καμάτους μέλπουσιν ἀειμνήστους γεγαῶτας.\n ἔργα γὰρ εὐσεβίης οὐ κρύπτεται: οὐ γὰρ ἀέθλους\n λήθη ἀποσβέννυσιν ἀριστοπόνων ἀρετάων.\n\n                      ὅσσα δὲ σὴ παλάμη θεοπειθέα δώματα τεύχει\nοὐδ᾽ αὐτὴ δεδάηκας: ἀμετρήτους γάρ, ὀίω,\n μούνη σὺ ξύμπασαν ἀνὰ χθόνα δείμαο ναούς,\nοὐρανίου θεράποντας ἀεὶ τρομέουσα Θεοῖο.\nἴχνεσι δ᾽ εὐκαμάτοισιν ἐφεσπομένη γενετήρων\n\n                      πᾶσιν, ἀειζώουσαν ἑὴν τεκτήνατο φύτλην,\nεὐσεβίης ξύμπασαν ἀεὶ πατέουσα πορείην.\nτοὔνεκά μιν θεράποντες ἐπουρανίου βασιλῆος,\n ὅσσοις δῶρα δίδωσιν, ὅσοις δωμήσατο νηούς,\n προφρονέως ἐρύεσθε σὺν υἱέι, τοῖό τε κούραις:\n\n                      μίμνοι δ᾽ ἄσπετον εὖχος ἀριστοπόνοιο γενέθλης,\n εἰσόκεν ἠέλιος πυριλαμπέα δίφρον ἐλαύνει.",
    "comments": [],
    "alignments": [],
    "passages": [
        "https://anthologiagraeca.org/api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:1.10/?format=api"
    ]
}