HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
{
"url": "https://anthologiagraeca.org/api/texts/1448/?format=api",
"language": {
"code": "grc",
"iso_name": "Ancient Greek (to 1453)",
"url": "https://anthologiagraeca.org/api/languages/grc/?format=api"
},
"edition": {
"url": "https://anthologiagraeca.org/api/editions/1/?format=api",
"descriptions": [
{
"url": "https://anthologiagraeca.org/api/descriptions/424/?format=api",
"language": {
"code": "eng",
"iso_name": "English",
"url": "https://anthologiagraeca.org/api/languages/eng/?format=api"
},
"created_at": "2021-05-06T21:10:04.033306Z",
"updated_at": "2021-05-06T21:10:04.033317Z",
"description": "Paton edition"
}
],
"edition_type": 0,
"metadata": {},
"created_at": "2021-04-08T21:27:25.406000Z",
"updated_at": "2021-04-08T21:27:25.406000Z"
},
"unique_id": 99991322,
"created_at": "2019-06-24T13:32:59Z",
"updated_at": "2019-06-24T13:32:59Z",
"validation": 0,
"status": 1,
"text": "Ἀνδρομάχη δ᾽ ἕστηκε ῥοδόσφυρος Ἠετιώνη, \nοὔτι γόον σταλάουσα πολύστονον ὡς γὰρ ὀίω, \nοὔπω ἐνὶ πτολέμῳ κορυθαίολος ἤριπεν Ἕκτωρ, \nοὐδὲ φερεσσακέων ὑπερήνορες υἷες Ἀχαιῶν \nΔαρδανίην ξύμπασαν ἐληΐσσαντο τιθήνην, \nἦν δ᾽ ἐσιδεῖν Μενέλαον ἀρήιον, ἀλλ᾽ ἐπὶ νίκῃ \nγηθόσυνον σχεδόθεν γὰρ ἐθάλπετο χάρματι πολλῷ \nδερκόμενος ῥοδόπηχυν ὁμόφρονα Τυνδαρεώνην. \nἠγασάμην δ᾽ Ἑλένης ἐρατὸν τύπον, ὅττι καὶ αὐτῷ \nχαλκῷ κόσμον ἔδωκε πανίμερον ἀγλαΐη γὰρ \nἔπνεε θερμὸν ἔρωτα. καὶ ἀψύχῳ ἐνὶ τέχνῃ. \nπυκναῖς δὲ πραπίδεσσιν ἀγάλλετο δῖος Ὀδυσσεύς: \nοὐ γὰρ ἔην ἀπάνευθε πολυστρέπτοιο μενοινῆς, \nἀλλ᾽ ἔτι κόσμον ἔφαινε σοφῆς φρενός: ἦν δ᾽ ἐνὶ θυμῷ \nκαγχαλόων Τροίην γὰρ ἐγήθεε πᾶσαν ὀλέσσας \nᾗσι δολοφροσύνῃσι. σὺ δ᾽ Ἕκτορος ἔννεπε μῆτερ, \nτίς σε, πολυτλήμων Ἑκάβη, τίς δάκρυα λείβειν \nἀθανάτων ἐδίδαξεν ἀφωνήτῳ ἐνὶ κόσμῳ; \nοὐδέ σε χαλκὸς ἔπαυσεν ὀιζύος, οὐδέ σε τέχνη \nἄπνοος οἰκτείρασα δυσαλθέος ἔσχεθε λύσσης: \nἀλλ᾽ ἔτι δακρυχέουσα παρίστασαι ὡς δὲ δοκεύω, \nοὐκέτι δυστήνου μόρον Ἕκτορος, οὐδὲ ταλαίνης \nἈνδρομάχης βαρὺ πένθος ὀδύρεαι, ἀλλὰ πεσοῦσαν \nπατρίδα σήν: φᾶρος γὰρ ἐπικρεμὲς ἀμφὶ προσώπῳ \nπήματα μὲν δείκνυσιν, ἀπαγγέλλουσι δὲ πέπλοι \nπένθος ὑποβρύχιον κεχαλασμένοι ἄχρι πεδίλων \nἄλγεϊ γὰρ πυμάτῳ δέδεσαι φρένα, καδδὲ παρειῆς \nδάκρυα μὲν σταλάεις, τὸ δὲ δάκρυον ἔσβεσε τέχνη, \nἄπλετον ἀγγέλλουσα δυσαλθέος αὐχμὸν ἀνίης. \nΚασσάνδρην δ᾽ ἐνόησα θεοπρόπον, ἀλλ᾽ ἐνὶ σιγῇ \nμεμφομένη γενετῆρα, σοφῆς ἀνεπίμπλατο λύσσης., \nοἷά τε θεσπίζουσα πανύστατα πήματα πάτρης. \nΠύρρος δ᾽ ἄλλος ἔην πτολιπόρθιος: οὐκ ἐπὶ χαίτης \nἱππόκομον τρυφάλειαν ἔχων, οὐκ ἔγχος ἑλίσσων, \nἀλλ᾽ ἄρα γυμνὸς ἔλαμπε, καὶ ἄχνοον εἶχεν ὑπήνην \nδεξιτερὴν δ᾽ ἀνέτεινεν ἑήν, ἐπιμάρτυρα νίκης, \nλοξὰ Πολυξείνην βαρυδάκρυον ὄμματι λεύσσων. \nεἰπέ, Πολυξείνη δυσπάρθενε, τίς τοι ἀνάγκη \nχαλκῷ ἐν ἀφθόγγῳ ;κεκρυμμένα δάκρυα λείβειν; \nπῶς δὲ τεῷ κρήδεμνον ἐπειρύσσασα προσώπῳ \nἵστασαι, αἰδομένῃ μὲν ἀλίγκιος, ἀλλ᾽ ἐνὶ θυμῷ \nπένθος ἔχεις ; μὴ δή σε τεὸν πτολίεθρον ὀλέσσας \nληΐδα Πύρρος ἔχοι Φθιώτιος; οὐδέ σε μορφὴ \nῥύσατο τοξεύσασα Νεοπτολέμοιο μενοινήν, \nἥ ποτε θηρεύσασα τεοῦ γενετῆρα φονῆος \nεἰς λίνον αὐτοκέλευστον ἀελπέος ἦγεν ὀλέθρου. \nναὶ μὰ τὸν ἐν χαλκῷ νοερὸν τύπον, εἴ νύ τε τοίην \nἔδρακε Πύρρος ἄναξ, τάχα κεν ξυνήονα λέκτρων \nἤγετο, πατρῴης προλιπὼν μνημήια μοίρης, \nἨγασάμην δ᾽ Αἴαντα, τὸν ὀβριμόθυμος Ὀιλεὺς \nΛοκρίδος ἐσπέρμηνε πελώριον ἕρκος ἀρούρης. \n",
"comments": [],
"alignments": [
"https://anthologiagraeca.org/api/alignments/683/?format=api",
"https://anthologiagraeca.org/api/alignments/684/?format=api"
],
"passages": [
"https://anthologiagraeca.org/api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:2.1d/?format=api"
]
}