GET /api/texts/1440/?format=api
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept

{
    "url": "https://anthologiagraeca.org/api/texts/1440/?format=api",
    "language": {
        "code": "grc",
        "iso_name": "Ancient Greek (to 1453)",
        "url": "https://anthologiagraeca.org/api/languages/grc/?format=api"
    },
    "edition": {
        "url": "https://anthologiagraeca.org/api/editions/1/?format=api",
        "descriptions": [
            {
                "url": "https://anthologiagraeca.org/api/descriptions/424/?format=api",
                "language": {
                    "code": "eng",
                    "iso_name": "English",
                    "url": "https://anthologiagraeca.org/api/languages/eng/?format=api"
                },
                "created_at": "2021-05-06T21:10:04.033306Z",
                "updated_at": "2021-05-06T21:10:04.033317Z",
                "description": "Paton edition"
            }
        ],
        "edition_type": 0,
        "metadata": {},
        "created_at": "2021-04-08T21:27:25.406000Z",
        "updated_at": "2021-04-08T21:27:25.406000Z"
    },
    "unique_id": 99991310,
    "created_at": "2019-06-17T15:34:38Z",
    "updated_at": "2019-06-17T15:34:38Z",
    "validation": 0,
    "status": 1,
    "text": "ἔκφρασις τῶν ἀγαλμάτων τῶν εἰς τὸ δημόσιον γυμνάσιον τοῦ ἐπικαλουμένου Ζευξίππου.\n\nΔηΐφοβος μὲν πρῶτος ἐυγλύπτῳ ἐπὶ βωμῷ\nἵστατο, τολμήεις, κεκορυθμένος, ὄβριμος ἥρως,\nτοῖος ἐών, οἷός περ ἐπορνυμένῳ Μενελάῳ\nπερθομένων ἤντησεν ἑῶν προπάροιθε μελάθρων.\nἵστατο δὲ προβιβῶντι πανείκελος: εὖ δ᾽ ἐπὶ κόσμῳ\nδόχμιος ἦν, μανίῃ δὲ κεκυφότα νῶτα συνέλκων\nδριμὺ μένος ξυνάγειρεν: ἕλισσε δὲ φέγγος ὀπωπῆς,\nοἷά τε δυσμενέων μερόπων πεφυλαγμένος ὁρμήν.\nλαιῇ μὲν σάκος εὐρὺ προΐσχετο, δεξιτερῇ δὲ\nφάσγανον ὑψός1᾽ ἄειρεν ἔμελλε δὲ μαινομένη χείρ\nἀνέρος ἀντιβίοιο κατὰ χροὸς ἆορ ἐλάσσαι:\nἀλλ᾽ οὐ χαλκὸν ἔθηκε φύσις πειθήμονα λύσσῃ.\nΚεκροπίδης δ᾽ ἤστραπτε, νοήμονος ἄνθεμα Πειθοῦς,\nΑἰσχίνης: λασίης δὲ συνείρυε κύκλα παρειῆς,\nοἷα πολυτροχάλοισιν ἀεθλεύων ἀγορῇσιν\nστείνετο γὰρ πυκινῇσι μεληδόσιν. ἄγχι δ᾽ ἐκείνου\nἦεν Ἀριστοτέλης, σοφίης πρόμος: ἱστάμενος δὲ\nχεῖρε περιπλέγδην συνεέργαθεν, οὐδ᾽ ἐνὶ χαλκῷ\nἀφθόγγῳ φρένας εἶχεν ἀεργέας, ἀλλ᾽ ἔτι βουλὴν [p. 60]\nσκεπτομένῳ μὲν ἔικτο: συνιστάμεναι δὲ παρειαὶ\nἀνέρος ἀμφιέλισσαν ἐμαντεύοντο μενοινήν,\nκαὶ τροχαλαὶ σήμαινον ἀολλέα μῆτιν ὀπωπαί.\nκαὶ Παιανιέων δημηγόρος ἔπρεπε σάλπιγξ,\nῥήτρης εὐκελάδοιο πατὴρ σοφός, ὁ πρὶν Ἀθήναις\nπειθοῦς θελξινόοιο νοήμονα πυρσὸν ἀνάψας.\nἀλλ᾽ οὐκ ἠρεμέων διεφαίνετο, πυκνὰ δὲ βουλὴν\nἐστρώφα, πυκινὴν γὰρ ἐείδετο μῆτιν ἑλίσσειν,\nοἷα κατ᾽ εὐόπλων τεθοωμένος Ἠμαθιήων.\nἦ τάχα κεν κοτέων τροχαλὴν ἐφθέγγετο φωνήν,\nἄπνοον αὐδήεντα τιθεὶς τύπον ἀλλὰ ἑ τέχνη\nχαλκείης ἐπέδησεν ὑπὸ σφραγῖδα σιωπῆς.\nἵστατο δ᾽ Εὐρίποιο φερώνυμος: ὡς δὲ δοκεύω,\nλάθρῃ ὑπὸ κραδίην τραλικαῖς ὡμίλεε Μούσαις,\nἔργα σαοφροσύνης διανεύμενος: ἦν γὰρ ἰδέσθαι\nοἷὰ τέ που θυμέλῃσιν ἐν Ἀτθίσι θύρσα τινάσσων.\nδάφνῃ μὲν πλοκαμῖδα Παλαίφατος ἔπρεπε μάντις\nστεψάμενος, δόκεεν δὲ χέειν μαντώδεα φωνήν.\nἩσίοδος δ᾽ Ἀσκραῖος ὀρειάσιν εἴδετο Μούσαις\nφθεγγόμενος, χαλκὸν δὲ βιάζετο θυιάδι λύσσῃ,\nἔνθεον ἱμείρων ἀνάγειν μέλος. ἐγγύθι δ᾽ αὐτοῦ\nμαντιπόλος πάλιν ἄλλος ἔην Φοιβηίδι δάφνῃ [p. 62]\nκοσμηθεὶς Πολύειδος: ἀπὸ στομάτων δὲ τινάξαι\nἤθελε μὲν κελάδημα θεοπρόπον ἀλλὰ ἑ τέχνη\nδεσμῷ ἀφωνήτῳ κατερήτυεν. οὐδὲ σὺ μολπῆς\nεὔνασας ἁβρὸν ἔρωτα, Σιμωνίδη, ἀλλ᾽ ἔτι χορδῆς\nἱμείρεις, ἱερὴν δὲ λύρην οὐ χερσὶν ἀράσσεις.\nὤφελεν ὁ πλάσσας σε, Σιμωνίδη, ὤφελε χαλκῷ\nσυγκεράσαι μέλος ἡδύ: σὲ δ᾽ ἂν καὶ χαλκὸς ἀναυδὴς\nαἰδόμενος, ῥυθμοῖσι λύρης ἀντήχεε μολπήν.\nἦν μὲν Ἀναξιμένης νοερὸς σοφός: ἐν δὲ μενοινῇ\nδαιμονίης ἐλέλιζε νοήματα ποικίλα βουλῆς.\nΘεστορίδης δ᾽ ἄρα μάντις ἐύσκοπος ἵστατο Κάλχας,\nοἷά τε θεσπίζων, ἐδόκει δέ τε θέσφατα κεύθειν,\nἢ στρατὸν οἰκτείρων Ἑλλήνιον, ἢ ἔτι θυμῷ\nδειμαίνων βασιλῆα πολυχρύσοιο Μυκήνης.\nΔέρκεό μοι σκύμνον πτολιπόρθιον Αἰακιδάων,\nΠύρρον Ἀχιλλείδην, ὅσον ἤθελε χερσὶν ἑλίσσειν\nτεύχεα χαλκήεντα, τὰ μὴ οἱ ὤπασε τέχνη:\nγυμνὸν γάρ μιν ἔτευξεν ὁ δ᾽ ὑψόσε φαίνετο λεύσσων,\nοἷά περ ἠνεμόεσσαν ἐς Ἴλιον ὄμμα τιταίνων.\nἧστο δ᾽ Ἀμυμώνη ῥοδοδάκτυλος: εἰσοπίσω μὲν\nβόστρυχον ἀκρήδεμνον ἑῆς συνέεργεν ἐθείρης:\nγυμνὸν δ᾽ εἶχε μέτωπον ἀναστέλλουσα δ᾽ ὀπωπὰς\nεἰνάλιον σκοπίαζε μελαγχαίτην παρακοίτην.\nἐγγύθι δ᾽ εὐρύστερνος ἐφαίνετο Κυανοχαίτης\nγυμνὸς ἐών, πλόκαμον δὲ καθειμένον εἶχεν ἐθείρης, [p. 64]\nκαὶ διερὸν δελφῖνα προΐσχετο, χειρὶ κομίζων\nδῶρα πολυζήλοιο γάμων μνηστήρια κούρης.\nΠιερικὴ δὲ μέλισσα λιγύθροος ἕζετο Σαπφὼ\nΛεσβιάς, ἠρεμέουσα: μέλος δ᾽ εὔϋμνον ὑφαίνειν\nσιγαλέαις δοκέεσκεν ἀναψαμένη φρένα Μούσαις.\nΦοῖβος δ᾽ εἱστήκει τριποδηλάλος: ἦν δ᾽ ἄρα χαίτης\nεἰσοπίσω σφίγξας ἄδετον πλόκον ἀλλ᾽ ἐνὶ χαλκῷ\nγυμνὸς ἔην, ὅτι πᾶσιν ἀνειρομένοισιν Ἀπόλλων\nγυμνῶσαι δεδάηκεν ἀληθέα δήνεα Μοίρης,\nἢ ὅτι πᾶσιν ὁμῶς ἀναφαίνεται: ἠέλιος γὰρ\nΦοῖβος ἄναξ, καθαρὴν δὲ φέρει τηλέσκοπον αἴγλην.\nἄγχι δὲ Κύπρις ἔλαμπεν ἔλειβε δὲ νώροπι χαλκῷ\nἀγλαΐης ῥαθάμιγγας: ἀπὸ στέρνοιο δὲ γυμνὴ\nφαίνετο μέν, φᾶρος δὲ συνήγαγεν ἄντυγι μηρῶν,\nχρυσείῃ πλοκαμῖδας ὑποσφίγξασα καλύπτρῃ.\nΚλεινιάδην δὲ τέθηπα, περιστίλβοντα νοήσας\nἀγλαΐῃ χαλκῷ γὰρ ἀνέπλεκε κάλλεος αὐγὴν,\nτοῖος ἐὼν, οἷός περ ἐν Ἀτθίδι, μητέρι μύθων,\nἀνδράσι Κεκροπίδῃσι πολύφρονα μῆτιν ἐγείρων.\nΧρύσης δ᾽ αὖθ᾽ ἱερεὺς πέλας ἵστατο, δεξιτερῇ μὲν\nσκῆπτρον ἀνασχόμενος Φοιβήϊον, ἐν δὲ καρήνῳ\nστέμμα φέρων μεγέθει δὲ κεκασμένος ἔπρεπε μορφῆς,\nοἷά περ ἡρώων ἱερὸν γένος: ὡς δοκέω δέ, [p. 66]\nἈτρείδην ἱκέτευε: βαθὺς δὲ οἱ ἤνθεε πώγων,\nκαὶ ταναῆς ἄπλεκτος ἐσύρετο βότρυς ἐθείρης.\nΚαῖσαρ δ᾽ ἐγγὺς ἔλαμπεν Ἰούλιος, ὅς ποτε Ῥώμην\nἀντιβίων ἔστεψεν ἀμετρήτοισι βοείαις.\nαἰγίδα μὲν βλοσυρῶπιν ἐπωμαδὸν ἦεν ἀείρων,\nδεξιτερῇ δὲ κεραυνὸν ἀγάλλετο χειρὶ κομίζων,\nοἷα Ζεὺς νέος ἄλλος ἐν Αὐσονίοισιν ἀκούων.\nεἱστήκει δὲ Πλάτων θεοείκελος, ὁ πρὶν Ἀθήναις\nδείξας κρυπτὰ κέλευθα θεοκράντων ἀρετάων.\nἄλλην δ᾽ εὐπατέρειαν ἴδον χρυσῆν Ἀφροδίτην,\nγυμνὴν παμφανόωσαν ἐπὶ στέρνων δὲ θεαίνης\nαὐχένος ἐξ ὑπάτοιο χυθεὶς ἐλελίζετο κεστός.\nἵστατο δ᾽ Ἑρμαφρόδιτος ἐπήρατος, οὔθ᾽ ὅλος ἀνήρ,\nοὐδὲ γυνή: μικτὸν γὰρ ἔην βρέτας ἦ τάχα κοῦρον\nΚύπριδος εὐκόλποιο καὶ Ἑρμάωνος ἐνίψεις:\nμαζοὺς μὲν σφριγόωντας ἐδείκνυεν, οἷά τε κούρη:\nσχῆμα δὲ πᾶσιν ἔφαινε φυτοσπόρον ἄρσενος αἰδοῦς,\nξυνῆς ἀγλαΐης κεκερασμένα σήματα φαίνων.\nπαρθενικὴ δ᾽ Ἤριννα λιγύθροος ἕζετο κούρη,\nοὐ μίτον ἀμφαφόωσα πολύπλοκον, ἀλλ᾽ ἐνὶ σιγῇ\nΠιερικῆς ῥαθάμιγγας ἀποσταλάουσα μελίσσης. [p. 68]\nμήτε λίπῃς Τέρπανδρον ἐΰθροον, οὗ τάχα φαίης\nἔμπνοον, οὐκ ἄφθογγον ἰδεῖν βρέτας: ὡς γὰρ ὀίω,\nκινυμέναις πραπίδεσσιν ἀνέπλεκε μύστιδα μολπήν,\nὥς ποτε δινήεντος ἐπ᾽ Εὐρώταο ῥοάων\nμυστιπόλῳ φόρμιγγι κατεπρήϋνεν ἀείδων\nἀγχεμάχων κακότητας Ἀμυκλαίων ναετήρων.\nἨγασάμην δ᾽ ὁρόων σε, Περίκλεες, ὅττι καὶ αὐτῷ\nχαλκῷ ἀναυδήτῳ δημηγόρον ἦθος ἀνάπτεις,\nὡς ἔτι Κεκροπίδῃσι θεμιστεύων πολιήταις,\nἢ μόθον ἐντύνων Πελοπήιον. ἱστάμενος δὲ\nἔπρεπε Πυθαγόρας, Σάμιος σοφός, ἀλλ᾽ ἐν Ὀλύμπῳ\nἐνδιάειν ἐδόκευε, φύσιν δ᾽ ἐβιάζετο χαλκοῦ,\nπλημμύρων νοερῇσι μεληδόσιν: ὡς γὰρ ὀίω,\nοὐρανὸν ἀχράντοισιν ἐμέτρεε μοῦνον ὀπωπαῖς.\nΣτησίχορον δ᾽ ἐνόησα λιγύθροον, ὅν ποτε γαῖα\nΣικελικὴ μὲν ἔφερβε, λύρης δ᾽ ἐδίδαξεν Ἀπόλλων\nἁρμονίην, ἔτι μητρὸς ἐνὶ σπλάγχνοισιν ἐόντα:\nτοῦ γὰρ τικτομένοιο καὶ ἐς φάος ἄρτι μολόντος\nἔκποθεν ἠερόφοιτος ἐπὶ στομάτεσσιν ἀηδὼν\nλάθρῃ ἐφεζομένη λιγυρὴν ἀνεβάλλετο μολπήν.\nχαῖρέ μοι Ἀβδήρων Δημόκριτε κῦδος ἀρούρης,\nὅττι σὺ καλλιτόκοιο φυῆς ἐφράσσαο θεσμούς,\nλεπτὰ διακρίνων πολυΐδμονος ὄργια Μούσης:\nαἰεὶ δὲ σφαλερὰς ἐγέλας βιότοιο κελεύθους,\nεὖ εἰδὼς ὅτι πάντα γέρων παραμείβεται Αἰών. [p. 70]\nἩρακλέης δ᾽ ἀνίουλον ἐδείκνυε κύκλον ὑπήνης,\nμῆλα λεοντοφόνῳ παλάμᾐ χρύσεια κομίζων,\nγαίης ὄλβια δῶρα Λιβυστίδος. ἐγγύθι δ᾽ αὐτοῦ\nΠαλλάδος ἀρήτειρα παρίστατο, παρθένος Αὔγη,\nφᾶρος ἐπιστείλασα κατωμαδὸν οὐ γὰρ ἐθείρας\nκρηδέμνῳ συνέεργεν: ἑὰς δ᾽ ἀνετείνετο χεῖρας,\nοἷά τε κικλήσκουσα Διὸς γλαυκώπιδα κούρην,\nἈρκαδικῆς Τεγέης ὑπὸ δειράδος. ἵλαθι, γαίης\nΤρωϊάδος βλάστημα σακεσπάχον, ἵλαθι, λάμπων\nΑἰνεία Τρώων βουληφόρε: σαῖς γὰρ ὀπωπαῖς\nἀγλαΐης πνείουσα σοφὴ. περιλείβεται αἰδώς,\nθέσκελον ἀγγέλλουσα γένος χρυσῆς Ἀφροδίτης.\nἨγασάμην δὲ Κρέουσαν ἰδὼν πενθήμονι κόσμῳ,\nσύγγαμον Αἰνείαο κατάσκιον ἀμφὶ γὰρ αὐταῖς\nἀμφοτέραις κρήδεμνον ἐφελκύσσασα παρειαῖς,\nπάντα πέριξ ἐκάλυψε ποδηνεκέι χρόα πέπλῳ,\nοἷά τε μυρομένη: τὰ δὲ χάλκεα δάκρυα νύμφης\nἌρεϊ δουρίκτητον ἐμαντεύοντο τιθήνην,\nἼλιον Ἀργείοισιν ἐελμένον ἀσπιδιώταις,\n%2οὔθ᾽ Ἕλενος κοτέων ἀπεπαύετο: πατρίδι νηλὴς\nφαίνετο δινεύων ἔτι που χόλον ἦν μὲν ἀείρων\nδεξιτερῇ φιάλην ἐπιλοίβιον: ὡς δοκέω δέ,\nἐσθλὰ μὲν Ἀργείοις μαντεύετο, καδδὲ τιθήνης\nἀθανάτοις ἠρᾶτο πανύστατα πήματα φαίνειν.\nἈνδρομάχη δ᾽ ἕστηκε ῥοδόσφυρος Ἠετιώνη,\nοὔτι γόον σταλάουσα πολύστονον ὡς γὰρ ὀίω,\nοὔπω ἐνὶ πτολέμῳ κορυθαίολος ἤριπεν Ἕκτωρ,\nοὐδὲ φερεσσακέων ὑπερήνορες υἷες Ἀχαιῶν\nΔαρδανίην ξύμπασαν ἐληΐσσαντο τιθήνην, [p. 72]\nἦν δ᾽ ἐσιδεῖν Μενέλαον ἀρήιον, ἀλλ᾽ ἐπὶ νίκῃ\nγηθόσυνον σχεδόθεν γὰρ ἐθάλπετο χάρματι πολλῷ\nδερκόμενος ῥοδόπηχυν ὁμόφρονα Τυνδαρεώνην.\nἠγασάμην δ᾽ Ἑλένης ἐρατὸν τύπον, ὅττι καὶ αὐτῷ\nχαλκῷ κόσμον ἔδωκε πανίμερον ἀγλαΐη γὰρ\nἔπνεε θερμὸν ἔρωτα. καὶ ἀψύχῳ ἐνὶ τέχνῃ.\nπυκναῖς δὲ πραπίδεσσιν ἀγάλλετο δῖος Ὀδυσσεύς:\nοὐ γὰρ ἔην ἀπάνευθε πολυστρέπτοιο μενοινῆς,\nἀλλ᾽ ἔτι κόσμον ἔφαινε σοφῆς φρενός: ἦν δ᾽ ἐνὶ θυμῷ\nκαγχαλόων Τροίην γὰρ ἐγήθεε πᾶσαν ὀλέσσας\nᾗσι δολοφροσύνῃσι. σὺ δ᾽ Ἕκτορος ἔννεπε μῆτερ,\nτίς σε, πολυτλήμων Ἑκάβη, τίς δάκρυα λείβειν\nἀθανάτων ἐδίδαξεν ἀφωνήτῳ ἐνὶ κόσμῳ;\nοὐδέ σε χαλκὸς ἔπαυσεν ὀιζύος, οὐδέ σε τέχνη\nἄπνοος οἰκτείρασα δυσαλθέος ἔσχεθε λύσσης:\nἀλλ᾽ ἔτι δακρυχέουσα παρίστασαι ὡς δὲ δοκεύω,\nοὐκέτι δυστήνου μόρον Ἕκτορος, οὐδὲ ταλαίνης\nἈνδρομάχης βαρὺ πένθος ὀδύρεαι, ἀλλὰ πεσοῦσαν\nπατρίδα σήν: φᾶρος γὰρ ἐπικρεμὲς ἀμφὶ προσώπῳ\nπήματα μὲν δείκνυσιν, ἀπαγγέλλουσι δὲ πέπλοι\nπένθος ὑποβρύχιον κεχαλασμένοι ἄχρι πεδίλων\nἄλγεϊ γὰρ πυμάτῳ δέδεσαι φρένα, καδδὲ παρειῆς\nδάκρυα μὲν σταλάεις, τὸ δὲ δάκρυον ἔσβεσε τέχνη,\nἄπλετον ἀγγέλλουσα δυσαλθέος αὐχμὸν ἀνίης.\nΚασσάνδρην δ᾽ ἐνόησα θεοπρόπον, ἀλλ᾽ ἐνὶ σιγῇ\nμεμφομένη γενετῆρα, σοφῆς ἀνεπίμπλατο λύσσης.,\nοἷά τε θεσπίζουσα πανύστατα πήματα πάτρης. [p. 74]\nΠύρρος δ᾽ ἄλλος ἔην πτολιπόρθιος: οὐκ ἐπὶ χαίτης\nἱππόκομον τρυφάλειαν ἔχων, οὐκ ἔγχος ἑλίσσων,\nἀλλ᾽ ἄρα γυμνὸς ἔλαμπε, καὶ ἄχνοον εἶχεν ὑπήνην\nδεξιτερὴν δ᾽ ἀνέτεινεν ἑήν, ἐπιμάρτυρα νίκης,\nλοξὰ Πολυξείνην βαρυδάκρυον ὄμματι λεύσσων.\nεἰπέ, Πολυξείνη δυσπάρθενε, τίς τοι ἀνάγκη\nχαλκῷ ἐν ἀφθόγγῳ ;κεκρυμμένα δάκρυα λείβειν;\nπῶς δὲ τεῷ κρήδεμνον ἐπειρύσσασα προσώπῳ\nἵστασαι, αἰδομένῃ μὲν ἀλίγκιος, ἀλλ᾽ ἐνὶ θυμῷ\nπένθος ἔχεις ; μὴ δή σε τεὸν πτολίεθρον ὀλέσσας\nληΐδα Πύρρος ἔχοι Φθιώτιος; οὐδέ σε μορφὴ\nῥύσατο τοξεύσασα Νεοπτολέμοιο μενοινήν,\nἥ ποτε θηρεύσασα τεοῦ γενετῆρα φονῆος\nεἰς λίνον αὐτοκέλευστον ἀελπέος ἦγεν ὀλέθρου.\nναὶ μὰ τὸν ἐν χαλκῷ νοερὸν τύπον, εἴ νύ τε τοίην\nἔδρακε Πύρρος ἄναξ, τάχα κεν ξυνήονα λέκτρων\nἤγετο, πατρῴης προλιπὼν μνημήια μοίρης,\nἨγασάμην δ᾽ Αἴαντα, τὸν ὀβριμόθυμος Ὀιλεὺς\nΛοκρίδος ἐσπέρμηνε πελώριον ἕρκος ἀρούρης.\nφαίνετο μὲν νεότητι κεκασμένος: οὐδὲ γὰρ ἦεν\nἄνθεϊ λαχνήεντι γενειάδος ἄκρα χαράξας:\nγυμνὸν δ᾽ εἶχεν ἅπαν στιβαρὸν δέμας: ἠνορέῃ δὲ\nβεβριθὼς ἐλέλιζε μαχήμονος οἶστρον Ἐνυοῦς.\nΟἰνώνη δὲ χόλῳ φρένας ἔζεεν, ἔζεε πικρῷ\nζήλῳ θυμὸν ἔδουσα, Πάριν δ᾽ ἐδόκευε λαθοῦσα\nὄμματι μαινομένῳ κρυφίην δ᾽ ἤγγειλεν ἀπειλήν,\nδεξιτερῇ βαρύποτμον ἀναινομένη παρακοίτην,\nαἰδομένῳ μὲν ἔοικεν ὁ βουκόλος, εἶχε δ᾽ ὀπωπὴν [p. 76]\nπλαζομένην ἑτέρωσε δυσίμερος: αἴδετο γάρ που\nΟἰνώνην βαρύδακρυν ἰδεῖν, Κεβρηνίδα νύμφην.\nΑὐαλέῳ δὲ Δάρης ἐζώννυτο χεῖρας ἱμάντι,\nπυγμαχίης κήρυκα φέρων χόλον ἠνορέης δὲ\nἔπνεε θερμὸν ἄημα πολυστρέπτοισιν ὀπωπαῖς.\nἜντελλος δέ, Δάρητος ἐναντίον ὄμμα τιταίνων,\nγυιοτόρους μύρμηκας ἐμαίνετο χερσὶν ἑλίσσων\nπυγμαχίης δ᾽ ὤδινε φόνον διψῶσαν ἀπειλήν.\nἦν δὲ παλαισμοσύνην δεδαημένος ὄβριμος ἀνήρ\nεἰ δὲ Φίλων ἤκουε πελώριος, εἴτε Φιλάμμων,\nεἴτε Μίλων Σικελῆς ἔρυμα χθονός, οἶδεν Ἀπόλλων\nοὐ γὰρ ἐγὼ δεδάηκα διακρῖναι καὶ ἀεῖσαι\nοὔνομα θαρσαλέου κλυτὸν ἀνέρος, ἀλλὰ καὶ ἔμπης\nἔπνεεν ἠνορέης: λάσιος δὲ οἱ εἵλκετο πώγων,\nκαὶ φόβον ἠκούτιζον ἀεθλητῆρα παρειαί,\nκαὶ κεφαλῆς ἔφρισσον ἐθειράδες: ἀμφὶ δὲ πυκνοῖς\nμυῶνες μελέεσσιν ἀνοιδαίνοντο ταθέντες\nτρηχαλέοι, δοιοὶ δέ, συνισταμένων παλαμάων,\nεὐρέες ἐσφήκωντο βραχίονες, ἠΰτε πέτραι,\nκαὶ παχὺς ἀλκήεντι τένων ἐπανίστατο νώτῳ,\nαὐχένος εὐγνάμπτοιο περὶ πλατὺν αὐλὸν ἀνέρπων.\nΔέρκεό μοι Χαρίδημον, ὃς Ἀτθίδος ἡγεμονεύων\nΚεκροπίδην στρατὸν εἶχεν ἑῇς πειθήμονα βουλῇς.\nἦ κεν ἰδὼν ἀγάσαιο Μελάμποδα: μαντιπόλου μὲν\nἱερὸν εἶδος ἔφαινεν, ἔοικε δὲ θέσπιδος ὀμφῆς\nσιγηλοῖς στομάτεσσι θεοπρόπον ἄσθμα τιταίνων. [p. 78]\nΠάνθοος ἦν Τρώων βουληφόρος, ἀλλ᾽ ἔτι δεινὴν\nοὔπω μῆτιν ἔπαυσε κατ᾽ Ἀργείων στρατιάων.\nΔημογέρων δὲ νόημα πολύπλοκον εἶχε Θυμοίτης\nἀμφασίης πελάγεσσιν ἐελμένος: ἦ γὰρ ἐῴκει\nσκεπτομένῳ τινὰ μῆτιν ἔτι Τρώεσσιν ὑφαίνειν.\nΛάμπων δ᾽ ἀχνυμένῳ ἐναλίγκιος ἦεν ἰδέσθαι:\nοὐ γὰρ ἔτι φρεσὶν εἶχε κυλινδομένοιο κυδοιμοῦ\nτειρομένοις Τρώεσσι τεκεῖν παιήονα βουλήν.\nεἱστήκει Κλυτίος μὲν ἀμήχανος: εἶχε δὲ δοιὰς\nχεῖρας ὁμοπλεκέας, κρυφίης κήρυκας ἀνίης.\nχαῖρε φάος ῥήτρης Ἰσόκρατες, ὅττι σὺ χαλκῷ\nκόσμον ἄγεις: δοκέεις γὰρ ἐπίφρονα μήδεα φαίνειν,\nεἰ καὶ ἀφωνήτῳ σε πόνῳ χαλκεύσατο τέχνη.\nἔστενε δ᾽ Ἀμφιάρηος ἔχων πυριλαμπέα χαίτην\nστέμματι δαφναίῳ: κρυφίην δ᾽ ἐλέλιζεν ἀνίην,\nθεσπίζων, ὅτι πᾶσι βοόκτιτος ἀνδράσι Θήβη\nἀνδράσιν Ἀργείοισιν ὑπότροπον ἦμαρ ὀλέσσει.\nἀγλαὸς εἱστήκει χρησμηγόρος, ὅντινά φασιν\nμαντιπόλου γενετῆρα θεοφραδέος Πολυείδου:\nεὐπετάλῳ δὲ κόμας ἐστεμμένος ἔπρεπε δάφνῃ.\nεἶδον ἀκερσεκόμην Ἕκατον θεόν, εἶδον ἀοιδῆς\nκοίρανον, ἀδμήτοισι κεκασμένον ἄνθεσι χαίτην\nεἶχε γὰρ ἀμφοτέροισι κόμης μεμερισμένον ὤμοις\nβόστρυχον αὐτοέλικτον: ἕλισσε δὲ μάντιν ὀπωπήν,\nοἷά τε μαντοσύνῃ μεροπήια πήματα λύων. [p. 80]\nγυμνὸς δ᾽ ὀβριμόθυμος ἔην Τελαμώνιος Αἴας,\nμήπω πρῶτον ἴουλον ἔχων ἐκέκαστο δὲ μορφῆς\nἄνθεσι πατρῴης: πλοκάμους δ᾽ ἐσφίγγετο μίτρῃ:\nοὐ γὰρ ἔην τρυφάλειαν ἔχων, οὐκ ἔγχος ἑλίσσων,\nοὐ σάκος ἑπταβόειον ἐπωμαδόν, ἀλλὰ τοκῆος\nθαρσαλέην ἀνέφαινεν ἀγηνορίην Τελαμῶνος.\nἵστατο Σαρπηδών, Λυκίων πρόμος: ἠνορέῃ μὲν\nφρικτὸς ἔην ἁπαλοῖς δὲ νεοτρεφέεσσιν ἰούλοις\nοἴνοπος ἄκρα χάρασσε γενειάδος: ἀμφὶ δὲ χαίταις\nεἶχε κόρυν γυμνὸς μὲν ἔην δέμας, ἀλλ᾽ ἐνὶ μορφῇ\nσπέρμα Διὸς σήμαινεν ἀπ᾽ ἀμφοτέρης γὰρ ὀπωπῆς\nμαρμαρυγὴν ἀπέπεμπεν ἐλευθερίου γενετῆρος,\nκαὶ τρίτος ;εὐχαίτης τριποδηλάλος ἦεν Ἀπόλλων,\nκαλὸς ἰδεῖν: πλόκαμος γὰρ ἕλιξ ἐπιδέδρομεν ὤμοις\nἀμφοτέροις: ἐρατὴ δὲ θεοῦ διεφαίνετο μορφή,\nχαλκῷ κόσμον ἄγουσα: θεὸς δ᾽ ἐτίταινεν ὀπωπήν,\nοἷά τε μαντιπόλοισιν ἐπὶ τριπόδεσσι δοκεύων.\nκαὶ τριτάτην θάμβησα πάλιν χρυσῆν Ἀφροδίτην,\nφάρεϊ κόλπον ἔχουσαν ἐπίσκιον ἀμφὶ δὲ μαζοῖς\nκεστὸς ἕλιξ κεχάλαστο, χάρις δ᾽ ἐνενήχετο κεστῷ.\nαἰχμητὴς δ᾽ ἀνίουλος ἐλάμπετο δῖος Ἀχιλλεύς,\nγυμνὸς ἐὼν σαγέων ἐδόκευε μὲν ἔγχος ἑλίσσειν\nδεξιτερῇ, σκαιῇ δὲ σάκος χάλκειον ἀείρειν,\nσχήματι τεχνήεντι: μόθου δ᾽ ἀπέπεμπεν ἀπειλὴν\nθάρσεϊ τολμήεντι τεθηγμένος: αἱ γὰρ ὀπωπαὶ\nγνήσιον ἦθος ἔφαινον ἀρήιον Αἰακιδάων. [p. 82]\nἦν δὲ καὶ Ἑρμείας χρυσόρραπις: ἱστάμενος δὲ\nδεξιτερῇ πτερόεντος ἀνείρυε δεσμὰ πεδίλου,\nεἰς ὁδὸν ἀίξαι λελιημένος: εἶχε γὰρ ἤδη\nδεξιὸν ὀκλάζοντα θοὸν πόδα, τῷ ἔπι λαιὴν\nχεῖρα ταθεὶς ἀνέπεμπεν ἐς αἰθέρα κύκλον ὀπωπῆς,\nοἷά τε πατρὸς ἄνακτος ἐπιτρωπῶντος ἀκούων.\nκαὶ νοερῆς ἄφθεγκτα Λατινίδος ὄργια Μούσης\nἅζετο παπταίνων Ἀπολήιος, ὅντινα μύστην\nΑὐσονὶς ἀρρήτου σοφίης ἐθρέψατο Σειρήν.\nΦοίβου δ᾽ οὐρεσίφοιτος ὁμόγνιος ἵστατο κούρη\nἌρτεμις, ἀλλ᾽ οὐ τόξον ἑκηβόλον, οὐδὲ φαρέτρην\nἰοδόκην ἀνέχουσα κατωμαδὸν ἦν δ᾽ ἐπὶ γούνων\nπαρθένιον λεγνωτὸν ἀναζωσθεῖσα χιτῶνα,\nκαὶ τριχὸς ἀκρήδεμνον ἀνιεμένη πλόκον αὔραις.\nἔμφρονα χαλκὸν Ὅμηρος ἐδείκνυεν, οὔτε μενοινῆς\nἄμμορον, οὔτε νόου κεχρημένον, ἀλλ᾽ ἄρα μούνης\nφωνῆς ἀμβροσίης, ἀνέφαινε δὲ θυιάδα τέχνην.\nἦ καὶ χαλκὸν ἔχευσεν ὁμῆ θεὸς εἴδεϊ μορφῆς:\nοὐ γὰρ ἐγὼ κατὰ θυμὸν ὀίομαι ὅττι μιν ἀνὴρ\nἐργοπόνος χάλκευσε παρ᾽ ἐσχαρεῶνι θαάσσων,\nἀλλ᾽ αὐτὴ πολύμητις ἀνέπλασε χερσὶν Ἀθήνη\nεἶδος ἐπισταμένη τόπερ ᾤκεεν ἐν γὰρ Ὁμήρῳ\nαὐτὴ ναιετάουσα σοφὴν ἐφθέγγετο μολπήν.\nσύννομος Ἀπόλλωνι πατὴρ ἐμός, ἰσόθεος φὼς\nἵστατο θεῖος Ὅμηρος: ἔικτο μὲν ἀνδρὶ νοῆσαι\nγηραλέῳ: τὸ δὲ γῆρας ἔην γλυκύ: τοῦτο γὰρ αὐτῷ [p. 84]\nπλειοτέρην ἔσταζε χάριν: κεκέραστο δὲ κόσμῳ\nαἰδοίῳ τε φίλῳ τε: σέβας δ᾽ ἀπελάμπετο μορφῆς.\nαὐχένι μὲν κύπτοντι γέρων ἐπεσύρετο βότρυς\nχαίτης, εἰσοπίσω πεφορημένος, ἀμφὶ δ᾽ ἀκουὰς\nπλαζόμενος κεχάλαστο: κάτω δ᾽ εὐρύνετο πώγων\nἀμφιταθείς, μαλακὸς δὲ καὶ εὔτροχος: οὐδὲ γὰρ ἦεν\nὀξυτενής, ἀλλ᾽ εὐρὺς ἐπέπτατο, κάλλος ὑφαίνων\nστήθεϊ γυμνωθέντι καὶ ἱμερόεντι προσώπῳ.\nγυμνὸν δ᾽ εἶχε μέτωπον, ἐπ᾽ ἀπλοκάμῳ δὲ μετώπῳ\nἧστο σαοφροσύνη κουροτρόφος: ἀμφὶ δ᾽ ἄρ᾽ ὀφρῦς\nἀμφοτέρας προβλῆτας ἐύσκοπος ἔπλασε τέχνη,\nοὔτι μάτην: φαέων γὰρ ἐρημάδες ἦσαν ὀπωπαί.\nἀλλ᾽ οὐκ ἦν ἀλαῷ ἐναλίγκιος ἀνδρὶ νοῆσαι:\nἕζετο γὰρ κενεοῖς χάρις ὄμμασιν ὡς δὲ δοκεύω,\nτέχνη τοῦτο τέλεσσεν, ὅπως πάντεσσι φανείη\nφέγγος ὑπὸ κραδίην σοφίης ἄσβεστον ἀείρων.\nδοιαὶ μὲν ποτὶ βαιὸν ἐκοιλαίνοντο παρειαί,\nγήραϊ ῥικνήεντι κατάσχετοι ἀλλ᾽ ἐνὶ κείναις\nαὐτογενής, Χαρίτεσσι συνέστιος, ἵζανεν Αἰδώς:\nΠιερικὴ δὲ μέλισσα περὶ στόμα θεῖον ἀλᾶτο,\nκηρίον ὠδίνουσα μελισταγές. ἀμφοτέρας δὲ\nχεῖρας ἐπ᾽ ἀλλήλαισι τιθεὶς ἐπερείδετο ῥάβδῳ,\nοἷά περ ἐν ζωοῖσιν ἑὴν δ᾽ ἔκλινεν ἀκουὴν\nδεξιτερήν, δόκεεν δὲ καὶ Ἀπόλλωνος ἀκούειν,\nἢ καὶ Πιερίδων τινὸς ἐγγύθεν. ἐν δ᾽ ἄρα θυμῷ\nσκεπτομένῳ μὲν ἔικτο, νόος δὲ οἱ ἔνθα καὶ ἔνθα\nἐξ ἀδύτων πεφόρητο πολυστρέπτοιο μενοινῆς,\nΠιερικῆς Σειρῆνος ἀρήιον ἔργον ὑφαίνων.\nκαὶ Σύριος σελάγιζε σαοφροσύνῃ Φερεκύδης\nἱστάμενος: σοφίης δὲ θεουδέα κέντρα νομεύων,\nοὐρανὸν ἐσκοπίαζε, μετάρσιον ὄμμα τιταίνων. [p. 86]\nκαὶ σοφὸς Ἡράκλειτος ἔην, θεοείκελος ἀνήρ,\nἔνθεον ἀρχαίης Ἐφέσου κλέος, ὅς ποτε μοῦνος\nἀνδρομέης ἔκλαιεν ἀνάλκιδος ἔργα γενέθλης.\nκαὶ τύπος ἁβρὸς ἔλαμπεν ἀριστονόοιο Κρατίνου,\nὅς ποτε δημοβόροισι πολισσούχοισιν Ἰώνων\nθυμοδακεῖς ἐθόωσεν ἀκοντιστῆρας ἰάμβους,\nκῶμον ἀεξήσας, φιλοπαίγμονος ἔργον ἀοιδῆς.\nεἱστήκει δὲ Μένανδρος, ὃς εὐπύργοισιν Ἀθήναις\nὁπλοτέρου κώμοιο σελασφόρος ἔπρεπεν ἀστήρ:\nπολλάων γὰρ ἔρωτας ἀνέπλασε παρθενικάων,\nκαὶ Χαρίτων θεράποντας ἐγείνατο παῖδας ἰάμβους,\nἅρπαγας οἰστρήεντας ἀεδνώτοιο κορείης,\nμίξας σεμνὸν ἔρωτι μελίφρονος ἄνθος ἀοιδῆς.\nἈμφιτρύων δ᾽ ἤστραπτεν, ἀπειρογάμῳ τρίχα δάφνῃ\nστεψάμενος: πᾶσιν μὲν ἐύσκοπος εἴδετο μάντις:\nἀλλ᾽ οὐ μάντις ἔην Ταφίης δ᾽ ἐπὶ σήματι νίκης\nστέμμα πολυστρέπτοισιν ἐπάρμενον εἶχεν ἐθείραις,\nἈλκμήνης μενέχαρμος ἀριστοτόκου παρακοίτης,\nΘουκυδίδης δ᾽ ἐλέλιξεν ἑὸν νόον ἦν δὲ νοῆσαι\nοἷά περ ἱστορίης δημηγόρον ἦθος ὑφαίνων\nδεξιτερὴν γὰρ ἀνέσχε μετάρσιον, ὡς πρὶν ἀείδων\nΣπάρτης πικρὸν Ἄρηα καὶ αὐτῶν Κεκροπιδάων,\nἙλλάδος ἀμητῆρα πολυθρέπτοιο τιθήνης. [p. 88]\n%2οὐδ᾽ Ἁλικαρνησοῦ με παρέδραμε θέσπις ἀηδών,\nἩρόδοτος πολύιδρις, ὃς ὠγυγίων κλέα φωτῶν,\nὅσσα περ ἠπείρων δυὰς ἤγαγεν, ὅσσα περ αἰὼν\nἔδρακεν ἑρπύζων, ἐνάταις ἀνεθήκατο Μούσαις,\nμίξας εὐεπίῃσιν Ἰωνίδος ἄνθεα φωνῆς.\nΘήβης δ᾽ Ὠγυγίης Ἑλικώνιος ἵστατο κύκνος,\nΠίνδαρος ἱμερόφωνος, ὃν ἀργυρότοξος Ἀπόλλων\nἔτρεφε Βοιωτοῖο παρὰ σκοπιὴν Ἑλικῶνος,\nκαὶ μέλος ἁρμονίης ἐδιδάξατο: τικτομένου γὰρ\nἑζόμεναι λιγυροῖσιν ἐπὶ στομάτεσσι μέλισσαι\nκηρὸν ἀνεπλάσσαντο, σοφῆς ἐπιμάρτυρα μολπῆς.\nΞεινοφόων δ᾽ ἤστραπτε, φεράσπιδος ἀστὸς Ἀθήνης,\nὃς πρὶν Ἀχαιμενίδαο μένος Κύροιο λιγαίνων,\nεἵπετο φωνήεντι Πλατωνίδος ἤθεϊ Μούσης,\nἱστορίης φιλάεθλον ἀριστώδινος ὀπώρην\nσυγκεράσας ῥαθάμιγξι φιλαγρύπνοιο μελίσσης.\nἵστατο δ᾽ Ἀλκμάων κεκλημένος οὔνομα μάντις:\nἀλλ᾽ οὐ μάντις ἔην ὁ βοώμενος, οὐδ᾽ ἐπὶ χαίτης\nδάφνης εἶχε κόρυμβον: ἐγὼ δ᾽ Ἀλκμᾶνα δοκεύω,\nὃς πρὶν ἐυφθόγγοιο λύρης ἠσκήσατο τέχνην,\nΔώριον εὐκελάδοισι μέλος χορῇσιν ὑφαίνων.\nκαὶ πρόμος εὐκαμάτων Πομπήιος Αὐσονιήων,\nφαιδρὸν ἰσαυροφόνων κειμήλιον ἠνορεάων,\nστειβομένας ὑπὸ ποσσὶν Ἰσαυρίδας εἶχε μαχαίρας, [p. 90]\nσημαίνων ὅτι δοῦλον ὑπὸ ζυγὸν αὐχένα Ταύρου\nεἴρυσεν, ἀρρήκτῳ πεπεδημένον ἅμματι Νίκης.\nκεῖνος ἀνήρ, ὃς πᾶσιν ἔην φάος, ὃς βασιλῆος\nἠγαθέην ἐφύτευσεν Ἀναστασίοιο γενέθλην.\nτοῦτο δὲ πᾶσιν ἔδειξεν ἐμὸς σκηπτοῦχος ἀμύμων,\nδῃώσας σακέεσσιν Ἰσαυρίδος ἔθνεα γαίης.\nἵστατο δ᾽ ἄλλος Ὅμηρος, ὃν οὐ πρόμον εὐεπιάων\nθέσκελον υἷα Μέλητος ἐυρρείοντος ὀίω,\nἀλλ᾽ ὃν Θρηικίῃσι παρ᾽ ᾐόσι γείνατο μήτηρ\nΜοιρὼ κυδαλίμη Βυζαντιάς, ἣν ἔτι παιδνὴν\nἔτρεφον εὐεπίης ἡρωίδος ἴδμονα Μοῦσαι:\nκεῖνος γὰρ τραγικῆς πινυτὴν ἠσκήσατο τέχνην,\nκοσμήσας ἐπέεσσιν ἑὴν Βυζαντίδα πάτρην.\nκαὶ φίλος Αὐσονίοισι λιγύθροος ἔπρεπε κύκνος\nπνείων εὐεπίης Βεργίλλιος, ὅν ποτε Ῥώμης\nΘυμβριὰς ἄλλον Ὅμηρον ἀνέτρεφε πάτριος Ἠχώ.",
    "comments": [],
    "alignments": [],
    "passages": [
        "https://anthologiagraeca.org/api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:2.1/?format=api"
    ]
}