GET /api/texts/9/?format=api
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept

{
    "url": "https://anthologiagraeca.org/api/texts/9/?format=api",
    "language": {
        "code": "grc",
        "iso_name": "Ancient Greek (to 1453)",
        "url": "https://anthologiagraeca.org/api/languages/grc/?format=api"
    },
    "edition": {
        "url": "https://anthologiagraeca.org/api/editions/1/?format=api",
        "descriptions": [
            {
                "url": "https://anthologiagraeca.org/api/descriptions/424/?format=api",
                "language": {
                    "code": "eng",
                    "iso_name": "English",
                    "url": "https://anthologiagraeca.org/api/languages/eng/?format=api"
                },
                "created_at": "2021-05-06T21:10:04.033306Z",
                "updated_at": "2021-05-06T21:10:04.033317Z",
                "description": "Paton edition"
            }
        ],
        "edition_type": 0,
        "metadata": {},
        "created_at": "2021-04-08T21:27:25.406000Z",
        "updated_at": "2021-04-08T21:27:25.406000Z"
    },
    "unique_id": 99995,
    "created_at": "2017-05-29T10:00:25Z",
    "updated_at": "2017-05-29T10:00:25Z",
    "validation": 0,
    "status": 1,
    "text": "Μοῦσα φίλα, τίνι τάνδε φέρεις πάγκαρπον ἀοιδάν;\nἢ τίς  ὁ καὶ τεύξας ὑμνοθετᾶν στέφανον;\nἄνυσε μὲν Μελέαγρος, ἀριζάλῳ δὲ Διοκλεῖ\nμναμόσυνον ταύταν ἐξεπόνησε χάριν,\n\n                     πολλὰ μὲν ἐμπλέξας Ἀνύτης κρίνα, πολλὰ δὲ Μοιροῦς\nλείρια, καὶ Σαπφοῦς βαιὰ μέν, ἀλλὰ ῥόδα:\nνάρκισσόν τε τορῶν Μελανιππίδου ἔγκυον ὕμνων,\nκαὶ νέον οἰνάνθης κλῆμα Σιμωνίδεω:\nσὺν δ᾽ ἀναμὶξ πλέξας μυρόπνουν εὐάνθεμον ἶριν\n\n                     Νοσσίδος, ἧς δέλτοις κηρὸν ἔτηξεν Ἔρως:\nτῇ δ᾽ ἅμα καὶ σάμψυχον ἀφ᾽ ἡδυπνόοιο Ῥιανοῦ,\nκαὶ γλυκὺν Ἠρίννης παρθενόχρωτα κρόκον,\nἈλκαίου τε λάληθρον ἐν ὑμνοπόλοις ὑάκινθον,\nκαὶ Σαμίου δάφνης κλῶνα μελαμπέταλον\n\n                    ἐν δὲ Λεωνίδεω θαλεροὺς κισσοῖο κορύμβους,\nΜνασάλκου τε κόμας ὀξυτόρου πίτυος:\nβλαισήν τε πλατάνιστον ἀπέθρισε Παμφίλου οἴμης,\nσύμπλεκτον καρύης ἔρνεσι Παγκράτεος,\n\n                    Τύμνεὼ τ᾽ εὐπέταλον λεύκην, χλοερόν τε σίσυμβρον\n\n                     Νικίου, Εὐφήμου τ᾽ ἀμμότροφον πάραλον\nἐν δ᾽ ἄρα Δαμάγητον, ἴον μέλαν, ἡδύ τε μύρτον\nΚαλλιμάχου, στυφελοῦ μεστὸν ἀεὶ μέλιτος,\nλυχνίδα τ᾽ Εὐφορίωνος, ἰδ᾽ ἐν Μούσαις κυκλάμινον,\nὃς Διὸς ἐκ κούρων ἔσχεν ἐπωνυμίην.\n\n                     τῇσι δ᾽ ἅμ᾽ Ἡγήσιππον ἐνέπλεκε, μαινάδα βότρυν,\nΠέρσου τ᾽ εὐώδη σχοῖνον ἀμησάμενος,\nσὺν δ᾽ ἅμα καὶ γλυκὺ μῆλον ἀπ᾽ ἀκρεμόνων Διοτίμου,\nκαὶ ῥοιῆς ἄνθη πρῶτα Μενεκράτεος,\nσμυρναίους τε κλάδους Νικαινέτου, ἠδὲ Φαέννου\n\n                    τέρμινθον, βλωθρὴν τ᾽ ἀχράδα Σιμμίεω:\nἐν δὲ καὶ ἐκ λειμῶνος ἀμωμήτοιο σελίνου\nβαιὰ διακνίζων ἄνθεα Παρθενίδος,\nλείψανὰ τ᾽ εὐκαρπεῦντα μελιστάκτων ἀπὸ Μουσέων,\nξανθοὺς ἐκ καλάμης Βακχυλίδεω στάχυας:\n\n                    ἐν δ᾽ ἄρ᾽ Ἀνακρείοντα, τὸ μὲν γλυκὺ κεῖνο μέλισμα,\nνέκταρος, εἰς δ᾽ ἐλέγους ἄσπορον ἀνθέμιον\nἐν δὲ καὶ ἐκ φορβῆς σκολιότριχος ἄνθος ἀκάνθης\nἈρχιλόχου, μικρὰς στράγγας ἀπ᾽ ὠκεανοῦ:\nτοῖς δ᾽ ἅμ᾽ Ἀλεξάνδροιο νέους ὄρπηκας ἐλαίης,\n\n                     ἠδὲ Πολυκλείτου πορφυρέην κύανον.\nἐν δ᾽ ἄρ᾽ ἀμάρακον ἧκε, Πολύστρατον, ἄνθος ἀοιδῶν,\nφοίνισσάν τε νέην κύπρον ἀπ᾽ Ἀντιπάτρου:\nκαὶ μὴν καὶ Συρίαν σταχυότριχα θήκατο νάρδον,\nὑμνοθέταν, Ἑρμοῦ δῶρον ἀειδόμενον\n\n                    ἐν δὲ Ποσείδιππόν τε καὶ Ἡδύλον, ἄγρι᾽ ἀρούρης,\nΣικελίδεὼ τ᾽ ἀνέμοις ἄνθεα φυόμενα.\n\n                     ναὶ μὴν καὶ χρύσειον ἀεὶ θείοιο Πλάτωνος\nκλῶνα, τὸν ἐξ ἀρετῆς πάντοθι λαμπόμενον\nἄστρων τ᾽ ἴδριν Ἄρατον ὁμοῦ βάλεν, οὐρανομάκεως\n\n                     φοίνικος κείρας πρωτογόνους ἕλικας,\nλωτὸν τ᾽ εὐχαίτην Χαιρήμονος, ἐν φλογὶ μίξας\nΦαιδίμου, Ἀνταγόρου τ᾽ εὔστροφον ὄμμα βοός,\nτάν τε φιλάκρητον Θεοδωρίδεω νεοθαλῆ\nἕρπυλλον, κυάμων τ᾽ ἄνθεα Φανίεω,\n\n                     ἄλλων τ᾽ ἔρνεα πολλὰ νεόγραφα: τοῖς δ᾽ ἅμα Μούσης\nκαὶ σφετέρης ἔτι που πρώιμα λευκόια.\nἀλλὰ φίλοις μὲν ἐμοῖσι φέρω χάριν ἔστι δὲ μύσταις\nκοινὸς ὁ τῶν Μουσέων ἡδυεπὴς στέφανος.",
    "comments": [],
    "alignments": [
        "https://anthologiagraeca.org/api/alignments/7/?format=api"
    ],
    "passages": [
        "https://anthologiagraeca.org/api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:4.1/?format=api"
    ]
}