HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
{
"url": "https://anthologiagraeca.org/api/texts/174/?format=api",
"language": {
"code": "grc",
"iso_name": "Ancient Greek (to 1453)",
"url": "https://anthologiagraeca.org/api/languages/grc/?format=api"
},
"edition": {
"url": "https://anthologiagraeca.org/api/editions/1/?format=api",
"descriptions": [
{
"url": "https://anthologiagraeca.org/api/descriptions/424/?format=api",
"language": {
"code": "eng",
"iso_name": "English",
"url": "https://anthologiagraeca.org/api/languages/eng/?format=api"
},
"created_at": "2021-05-06T21:10:04.033306Z",
"updated_at": "2021-05-06T21:10:04.033317Z",
"description": "Paton edition"
}
],
"edition_type": 0,
"metadata": {},
"created_at": "2021-04-08T21:27:25.406000Z",
"updated_at": "2021-04-08T21:27:25.406000Z"
},
"unique_id": 999959,
"created_at": "2017-09-05T10:10:02Z",
"updated_at": "2017-09-05T10:10:02Z",
"validation": 0,
"status": 1,
"text": "συλλογὴ νέων ἐπιγραμμάτων ἐκτεθεῖσα ἐν Κωνσταντίνου πόλει πρὸς Θεόδωρον Δεκουρίωνα τὸν Κοσμᾶ: εἴρηται δὲ τὰ προοίμια μετὰ τὰς συνεχεῖς ἀκροάσεις τὰς κατ᾽ ἐκεῖνο καιροῦ γενομένας.\r\n οἶμαι μὲν ὑμᾶς, ἄνδρες, ἐμπεπλησμένους\r\nἐκ τῆς τοσαύτης τῶν λόγων πανδαισίας,\r\nἔτι που τὰ σιτία προσκόρως ἐρυγγάνειν:\r\nκαὶ δὴ κάθησθε τῇ τρυφῇ σεσαγμένοι:\r\n\r\n λόγων γὰρ ἡμῖν πολυτελῶν καὶ ποικίλων\r\nπολλοὶ προθέντες παμμιγεῖς εὐωχίας,\r\nπεριφρονεῖν πείθουσι τῶν εἰθισμένων.\r\nτί δὲ νῦν ποιήσω; μὴ τὰ προὐξειργασμένα\r\nοὕτως ἐάσω συντετῆχθαι κείμενα;\r\n\r\n ἢ καὶ προθῶμαι τῆς ἀγορᾶς ἐν τῷ μέσῳ,\r\nπαλιγκαπήλοις εὐτελῶς ἀπεμπολῶν;\r\nκαὶ τίς μετασχεῖν τῶν ἐμῶν ἀνέξεται;\r\nτίς δ᾽ ἂν πρίαιτο τοὺς λόγους τριωβόλου,\r\nεἰ μὴ φέροι πως ὦτα μὴ τετρημένα;\r\n\r\n ἀλλ᾽ ἐστὶν ἐλπὶς εὐμενῶς τῶν δρωμένων\r\nὑμᾶς μεταλαβεῖν, κοὐ κατεβλακευμένως:\r\nἔθος γὰρ ὑμῖν τῇ προθυμίᾳ μόνῃ\r\nτῇ τῶν καλούντων ἐμμετρεῖν τὰ σιτία.\r\nκαὶ πρός γε τούτῳ δεῖπνον ἠρανισμένον\r\n\r\n ἥκω προθήσων ἐκ νέων ἡδυσμάτων.\r\nἐπεὶ γὰρ οὐκ ἔνεστιν ἐξ ἐμοῦ μόνου\r\nὑμᾶς μεταλαβεῖν, ἄνδρες, ἀξίας τροφῆς,\r\nπολλοὺς ἔπεισα συλλαβεῖν μοι τοῦ πόνου,\r\nκαὶ συγκαταβαλεῖν καὶ συνεστιᾶν πλέον.\r\n\r\n \r\n καὶ δὴ παρέσχον ἀφθόνως οἱ πλούσιοι\r\nἐξ ὧν τρυφῶσι: καὶ παραλαβὼν γνησίως\r\nἐν τοῖς ἐκείνων πέμμασι φρυάττομαι.\r\nτοῦτο δέ τις αὐτῶν προσφόρως, δεικνὺς ἐμέ,\r\nἴσως ἐρεῖ πρὸς ἄλλον \r\n ἀρτίως ἐμοῦ\r\n\r\n \r\n μάζαν μεμαχότος μουσικήν τε καὶ νέαν,\r\n\r\n οὗτος παρέθηκεν τὴν ὑπ᾽ ἐμοῦ μεμαγμένην.\r\n \r\n ταυτὶ μὲν οὖν ἐρεῖ τις † οὐδὲ τῶν σοφωτάτων,\r\nτῶν ὀψοποιῶν, ὧν χάριν δοκῶ μόνος\r\nεἶναι τοσαύτης ἡγεμὼν πανδαισίας.\r\n\r\n θαρρῶν γὰρ αὐτοῖς λιτὸν οἴκοθεν μέρος\r\nκαὐτὸς παρέμιξα, τοῦ δοκεῖν μὴ παντελῶς\r\nξένος τις εἶναι τῶν ὑπ᾽ ἐμοῦ συνηγμένων.\r\nἀλλ᾽ ἐξ ἑκάστου σμικρὸν εἰσάγω μέρος,\r\nὅσον ἀπογεῦσαι: τῶν δὲ λοιπῶν εἰ θέλοι\r\n\r\n τυχεῖν τις ἁπάντων καὶ μετασχεῖν εἰς κόρον,\r\nἴστω γε ταῦτα κατ᾽ ἀγορὰν ζητητέα.\r\nκόσμον δὲ προσθεὶς τοῖς ἐμοῖς πονήμασι,\r\nἐκ τοῦ Βασιλέως τοὺς προλόγους ποιήσομαι:\r\nἅπαντα γάρ μοι δεξιῶς προβήσεται.\r\n\r\n καί μοι μεγίστων πραγμάτων ὑμνουμένων\r\nεὑρεῖν γένοιτο καὶ λόγους ἐπηρμένους.\r\nμή τις ὑπαυχενίοιο λιπὼν ζωστῆρα λεπάδνου\r\nβάρβαρος ἐς Βασιλῆα βιημάχον ὄμμα τανύσσῃ:\r\nμηδ᾽ ἔτι Περσὶς ἄναλκις ἀναστείλασα καλύπτρην\r\n\r\n ὄρθιον ἀθρήσειεν ἐποκλάζουσα δὲ γαίῃ,\r\nκαὶ λόφον αὐχήεντα καταγνάμπτουσα τενόντων,\r\nΑὐσονίοις ἄκλητος ὑποκλίνοιτο ταλάντοις.\r\nἑσπερίη θεράπαινα, σὺ δ᾽ ἐς κρηπῖδα Γαδείρων,\r\nκαὶ παρὰ πορθμὸνἼβηρα καὶ Ὠκεανίτιδα Θούλην,\r\n\r\n ἤπιον ἀμπνεύσειας, ἀμοιβαίων δὲ τυράννων\r\n\r\n κράατα μετρήσασα τεῇ κρυφθέντα κονίῃ,\r\nθαρσαλέαις παλάμῃσι φίλην ἀγκάζεο Ῥώμην\r\nΚαυκασίῳ δὲ τένοντι καὶ ἐν ῥηγμῖνι Κυταίῃ,\r\nὁππόθι ταυρείοιο ποδὸς δουπήτορι χαλκῷ\r\n\r\n σκληρὰ σιδηρείης ἐλακίζετο νῶτα κονίης,\r\nσύννομον Ἀδρυάδεσσιν ἀναπλέξασα χορείην\r\nΦασιὰς εἱλίσσοιτο φίλῳ σκιρτήματι νύμφη,\r\nκαὶ καμάτους μέλψειε πολυσκήπτρου βασιλῆος,\r\nμόχθον ἀπορρίψασα γιγαντείου τοκετοῖο.\r\n\r\n μηδὲ γὰρ αὐχήσειεν Ἰωλκίδος ἔμβολον Ἀργοῦς,\r\nὅττι πόνους ἥρωος ἀγασσαμένη Παγασαίου\r\nοὐκέτι Κολχὶς ἄρουρα, γονῇ πλησθεῖσα Γιγάντων,\r\nεὐπτολέμοις σταχύεσσι μαχήμονα βῶλον ἀνοίγει.\r\nκεῖνα γὰρ ἢ μῦθός τις ἀνέπλασεν, ἢ διὰ τέχνης\r\n\r\n οὐχ ὁσίης τετέλεστο, πόθων ὅτε λύσσαν ἑλοῦσα\r\nπαρθενικὴ δολόεσσα μάγον κίνησεν ἀνάγκην\r\nἀλλὰ δόλων ἔκτοσθε καὶ ὀρφναίου κυκεῶνος\r\nΒάκτριος ἡμετέροισι Γίγας δούπησε βελέμνοις.\r\nοὐκέτι μοι χῶρός τις ἀνέμβατος, ἀλλ᾽ ἐνὶ πόντῳ\r\n\r\n Ὑρκανίου κόλποιο καὶ ἐς βυθὸν Αἰθιοπῆα\r\nἸταλικαῖς νήεσσιν ἐρέσσεται ἥμερον ὕδωρ.\r\nἀλλ᾽ ἴθι νῦν, ἀφύλακτος ὅλην ἤπειρον ὁδεύων,\r\nΑὐσόνιε, σκίρτησον, ὁδοιπόρε: Μασσαγέτην δὲ\r\nἀμφιθέων ἀγκῶνα καὶ ἄξενα τέμπεα Σούσων,\r\n\r\n Ἰνδῴης ἐπίβηθι κατ᾽ ὀργάδος, ἐν δὲ κελεύθοις\r\nεἴποτε διψήσειας, ἀρύεο δοῦλον Ὑδάσπην:\r\nναὶ μὴν καὶ κυανωπὸν ὑπὲρ δύσιν ἄτρομος ἕρπων\r\nκύρβιας Ἀλκείδαο μετέρχεο: θαρσαλέως δὲ\r\nἴχνιον ἀμπαύσειας ἐπὶ ψαμάθοισιν Ἰβήρων,\r\n\r\n ὁππόθι, καλλιρέεθρον ὑπὲρ βαλβῖδα θαλάσσης,\r\nδίζυγος ἠπείροιο συναντήσασα κεραίη\r\nἐλπίδας ἀνθρώποισι βατῆς εὔνησε πορείης.\r\n\r\n ἐσχατιὴν δὲ Λίβυσσαν ἐπιστείβων Νασαμώνων\r\nἔρχεο καὶ παρὰ Σύρτιν, ὅπῃ νοτίῃσι θυέλλαις\r\n\r\n ἐς κλίσιν ἀντίπρωρον ἀνακλασθεῖσα Βορῆος,\r\nκαὶ ψαφαρὴν ἄμπωτιν ὕπερ, ῥηγμῖνι ἁλίπλῳ\r\nἀνδράσι δῖα θάλασσα πόρον χερσαῖον ἀνοίγει.\r\nοὐδὲ γὰρ ὀθνείης σε δεδέξεται ἤθεα γαίης,\r\nἀλλὰ σοφοῦ κτεάνοισιν ὁμιλήσεις Βασιλῆος,\r\n\r\n ἔνθα κεν ἀίξειας, ἐπεὶ κυκλώσατο κόσμον\r\nκοιρανίῃ: Τάναϊς δὲ μάτην ἤπειρον ὁρίζων\r\nἐς Σκυθίην πλάζοιτο καὶ ἐς Μαιώτιδα λίμνην.\r\nτοὔνεκεν, ὁππότε πάντα φίλης πέπληθε γαλήνης,\r\nὁππότε καὶ ξείνοιο καὶ ἐνδαπίοιο κυδοιμοῦ\r\n\r\n ἐλπίδες ἐθραύσθησαν ὑφ᾽ ἡμετέρῳ Βασιλῆι,\r\nδεῦρο, μάκαρ Θεόδωρε, σοφὸν στήσαντες ἀγῶνα\r\nπαίγνια κινήσωμεν ἀοιδοπόλοιο χορείης.\r\nσοὶ γὰρ ἐγὼ τὸν ἄεθλον ἐμόχθεον εἰς σὲ δὲ μύθων\r\nἐργασίην ἤσκησα, μιῇ δ᾽ ὑπὸ σύζυγι βίβλῳ\r\n\r\n ἐμπορίην ἤθροισα πολυξείνοιο μελίσσης,\r\nκαὶ τόσον ἐξ ἐλέγοιο πολυσπερὲς ἄνθος ἀγείρας,\r\nστέμμα σοι εὐμύθοιο καθήρμοσα Καλλιοπείης,\r\nὡς φηγὸν Κρονίωνι καὶ ὁλκάδας Ἐννοσιγαίῳ,\r\nὡς Ἄρεϊ ζωστῆρα καὶ Ἀπόλλωνι φαρέτρην,\r\n\r\n ὡς χέλυν Ἑρμάωνι καὶ ἡμερίδας Διονύσῳ.\r\nοἶδα γὰρ ὡς ἄλληκτον ἐμῆς ἱδρῶτι μερίμνης\r\nεὖχος ἐπιστάξειεν ἐπωνυμίη Θεοδώρου.\r\nπρῶτα δέ σοι λέξαιμι, παλαιγενέεσσιν ἐρίζων,\r\nὅσσαπερ ἐγράψαντο νέης γενετῆρες ἀοιδῆς\r\n\r\n ὡς προτέροις μακάρεσσιν ἀνειμένα: καὶ γὰρ ἐῴκει\r\nγράμματος ἀρχαίοιο σοφὸν μίμημα φυλάξαι.\r\nἀλλὰ πάλιν μετ᾽ ἐκεῖνα % παλαίτερον εὖχος ἀγείρει\r\nὅσσαπερ ἢ γραφίδεσσι χαράξαμεν ἤ τινι χώρῳ,\r\n\r\n εἴτε καὶ εὐποίητον ἐπὶ βρέτας, εἴτε καὶ ἄλλης\r\n\r\n τέχνης ἐργοπόνοιο πολυσπερέεσσιν ἀέθλοις.\r\nκαὶ τριτάτην βαλβῖδα νεήνιδος ἔλλαχε βίβλου\r\nὅσσα θέμις, τύμβοισι τάπερ Θεὸς ἐν μὲν ἀοιδῇ\r\nἐκτελέειν νεύσειεν, ἐν ἀτρεκίῃ δὲ διώκειν.\r\nὅσσα δὲ καὶ βιότοιο πολυσπερέεσσι κελεύθοις\r\n\r\n γράψαμεν, ἀσταθέος δὲ τύχης σφαλεροῖσι ταλάντοις,\r\nδέρκεό μοι βίβλοιο παρὰ κρηπῖδα τετάρτην.\r\nναὶ τάχα καὶ πέμπτοιο χάρις θέλξειεν ἀέθλου,\r\nὁππόθι κερτομέοντες ἐπεσβόλον ἦχον ἀοιδῆς\r\nγράψαμεν. ἑκταῖον δὲ μέλος κλέπτουσα Κυθήρη\r\n\r\n εἰς ὀάρους ἐλέγοιο παρατρέψειε πορείην\r\nκαὶ γλυκεροὺς ἐς ἔρωτας. ἐν ἑβδομάτῃ δὲ μελίσσῃ\r\nεὐφροσύνας Βάκχοιο, φιλακρήτους τε χορείας,\r\nκαὶ μέθυ, καὶ κρητῆρα, καὶ ὄλβια δεῖπνα νοήσεις.",
"comments": [],
"alignments": [],
"passages": [
"https://anthologiagraeca.org/api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:4.3/?format=api"
]
}