GET /api/texts/1454/?format=api
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept

{
    "url": "https://anthologiagraeca.org/api/texts/1454/?format=api",
    "language": {
        "code": "grc",
        "iso_name": "Ancient Greek (to 1453)",
        "url": "https://anthologiagraeca.org/api/languages/grc/?format=api"
    },
    "edition": {
        "url": "https://anthologiagraeca.org/api/editions/1/?format=api",
        "descriptions": [
            {
                "url": "https://anthologiagraeca.org/api/descriptions/424/?format=api",
                "language": {
                    "code": "eng",
                    "iso_name": "English",
                    "url": "https://anthologiagraeca.org/api/languages/eng/?format=api"
                },
                "created_at": "2021-05-06T21:10:04.033306Z",
                "updated_at": "2021-05-06T21:10:04.033317Z",
                "description": "Paton edition"
            }
        ],
        "edition_type": 0,
        "metadata": {},
        "created_at": "2021-04-08T21:27:25.406000Z",
        "updated_at": "2021-04-08T21:27:25.406000Z"
    },
    "unique_id": 99991329,
    "created_at": "2019-06-24T13:51:24Z",
    "updated_at": "2019-06-24T13:51:25Z",
    "validation": 0,
    "status": 1,
    "text": "ἦν δὲ καὶ Ἑρμείας χρυσόρραπις: ἱστάμενος δὲ \nδεξιτερῇ πτερόεντος ἀνείρυε δεσμὰ πεδίλου, \nεἰς ὁδὸν ἀίξαι λελιημένος: εἶχε γὰρ ἤδη \nδεξιὸν ὀκλάζοντα θοὸν πόδα, τῷ ἔπι λαιὴν \nχεῖρα ταθεὶς ἀνέπεμπεν ἐς αἰθέρα κύκλον ὀπωπῆς, \nοἷά τε πατρὸς ἄνακτος ἐπιτρωπῶντος ἀκούων. \nκαὶ νοερῆς ἄφθεγκτα Λατινίδος ὄργια Μούσης \nἅζετο παπταίνων Ἀπολήιος, ὅντινα μύστην \nΑὐσονὶς ἀρρήτου σοφίης ἐθρέψατο Σειρήν. \nΦοίβου δ᾽ οὐρεσίφοιτος ὁμόγνιος ἵστατο κούρη \nἌρτεμις, ἀλλ᾽ οὐ τόξον ἑκηβόλον, οὐδὲ φαρέτρην \nἰοδόκην ἀνέχουσα κατωμαδὸν ἦν δ᾽ ἐπὶ γούνων \nπαρθένιον λεγνωτὸν ἀναζωσθεῖσα χιτῶνα, \nκαὶ τριχὸς ἀκρήδεμνον ἀνιεμένη πλόκον αὔραις. \nἔμφρονα χαλκὸν Ὅμηρος ἐδείκνυεν, οὔτε μενοινῆς \nἄμμορον, οὔτε νόου κεχρημένον, ἀλλ᾽ ἄρα μούνης \nφωνῆς ἀμβροσίης, ἀνέφαινε δὲ θυιάδα τέχνην. \nἦ καὶ χαλκὸν ἔχευσεν ὁμῆ θεὸς εἴδεϊ μορφῆς: \nοὐ γὰρ ἐγὼ κατὰ θυμὸν ὀίομαι ὅττι μιν ἀνὴρ \nἐργοπόνος χάλκευσε παρ᾽ ἐσχαρεῶνι θαάσσων, \nἀλλ᾽ αὐτὴ πολύμητις ἀνέπλασε χερσὶν Ἀθήνη \nεἶδος ἐπισταμένη τόπερ ᾤκεεν ἐν γὰρ Ὁμήρῳ \nαὐτὴ ναιετάουσα σοφὴν ἐφθέγγετο μολπήν. \nσύννομος Ἀπόλλωνι πατὴρ ἐμός, ἰσόθεος φὼς \nἵστατο θεῖος Ὅμηρος: ἔικτο μὲν ἀνδρὶ νοῆσαι \nγηραλέῳ: τὸ δὲ γῆρας ἔην γλυκύ: τοῦτο γὰρ αὐτῷ \nπλειοτέρην ἔσταζε χάριν: κεκέραστο δὲ κόσμῳ \nαἰδοίῳ τε φίλῳ τε: σέβας δ᾽ ἀπελάμπετο μορφῆς. \nαὐχένι μὲν κύπτοντι γέρων ἐπεσύρετο βότρυς \nχαίτης, εἰσοπίσω πεφορημένος, ἀμφὶ δ᾽ ἀκουὰς \nπλαζόμενος κεχάλαστο: κάτω δ᾽ εὐρύνετο πώγων \nἀμφιταθείς, μαλακὸς δὲ καὶ εὔτροχος: οὐδὲ γὰρ ἦεν \nὀξυτενής, ἀλλ᾽ εὐρὺς ἐπέπτατο, κάλλος ὑφαίνων \nστήθεϊ γυμνωθέντι καὶ ἱμερόεντι προσώπῳ. \nγυμνὸν δ᾽ εἶχε μέτωπον, ἐπ᾽ ἀπλοκάμῳ δὲ μετώπῳ \nἧστο σαοφροσύνη κουροτρόφος: ἀμφὶ δ᾽ ἄρ᾽ ὀφρῦς \nἀμφοτέρας προβλῆτας ἐύσκοπος ἔπλασε τέχνη, \nοὔτι μάτην: φαέων γὰρ ἐρημάδες ἦσαν ὀπωπαί. \nἀλλ᾽ οὐκ ἦν ἀλαῷ ἐναλίγκιος ἀνδρὶ νοῆσαι: \nἕζετο γὰρ κενεοῖς χάρις ὄμμασιν ὡς δὲ δοκεύω, \nτέχνη τοῦτο τέλεσσεν, ὅπως πάντεσσι φανείη \nφέγγος ὑπὸ κραδίην σοφίης ἄσβεστον ἀείρων. \nδοιαὶ μὲν ποτὶ βαιὸν ἐκοιλαίνοντο παρειαί, \nγήραϊ ῥικνήεντι κατάσχετοι ἀλλ᾽ ἐνὶ κείναις \nαὐτογενής, Χαρίτεσσι συνέστιος, ἵζανεν Αἰδώς: \nΠιερικὴ δὲ μέλισσα περὶ στόμα θεῖον ἀλᾶτο, \nκηρίον ὠδίνουσα μελισταγές. ἀμφοτέρας δὲ \nχεῖρας ἐπ᾽ ἀλλήλαισι τιθεὶς ἐπερείδετο ῥάβδῳ, \nοἷά περ ἐν ζωοῖσιν ἑὴν δ᾽ ἔκλινεν ἀκουὴν \nδεξιτερήν, δόκεεν δὲ καὶ Ἀπόλλωνος ἀκούειν, \nἢ καὶ Πιερίδων τινὸς ἐγγύθεν. ἐν δ᾽ ἄρα θυμῷ \nσκεπτομένῳ μὲν ἔικτο, νόος δὲ οἱ ἔνθα καὶ ἔνθα \nἐξ ἀδύτων πεφόρητο πολυστρέπτοιο μενοινῆς, \nΠιερικῆς Σειρῆνος ἀρήιον ἔργον ὑφαίνων. \n",
    "comments": [],
    "alignments": [
        "https://anthologiagraeca.org/api/alignments/687/?format=api"
    ],
    "passages": [
        "https://anthologiagraeca.org/api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:2.1g/?format=api"
    ]
}