GET /api/texts/1446/?format=api
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept

{
    "url": "https://anthologiagraeca.org/api/texts/1446/?format=api",
    "language": {
        "code": "grc",
        "iso_name": "Ancient Greek (to 1453)",
        "url": "https://anthologiagraeca.org/api/languages/grc/?format=api"
    },
    "edition": {
        "url": "https://anthologiagraeca.org/api/editions/1/?format=api",
        "descriptions": [
            {
                "url": "https://anthologiagraeca.org/api/descriptions/424/?format=api",
                "language": {
                    "code": "eng",
                    "iso_name": "English",
                    "url": "https://anthologiagraeca.org/api/languages/eng/?format=api"
                },
                "created_at": "2021-05-06T21:10:04.033306Z",
                "updated_at": "2021-05-06T21:10:04.033317Z",
                "description": "Paton edition"
            }
        ],
        "edition_type": 0,
        "metadata": {},
        "created_at": "2021-04-08T21:27:25.406000Z",
        "updated_at": "2021-04-08T21:27:25.406000Z"
    },
    "unique_id": 99991320,
    "created_at": "2019-06-20T14:05:33Z",
    "updated_at": "2019-06-20T14:05:33Z",
    "validation": 0,
    "status": 1,
    "text": "Χρύσης δ᾽ αὖθ᾽ ἱερεὺς πέλας ἵστατο, δεξιτερῇ μὲν \nσκῆπτρον ἀνασχόμενος Φοιβήϊον, ἐν δὲ καρήνῳ \nστέμμα φέρων μεγέθει δὲ κεκασμένος ἔπρεπε μορφῆς, \nοἷά περ ἡρώων ἱερὸν γένος: ὡς δοκέω δέ,  \nἈτρείδην ἱκέτευε: βαθὺς δὲ οἱ ἤνθεε πώγων, \nκαὶ ταναῆς ἄπλεκτος ἐσύρετο βότρυς ἐθείρης. \nΚαῖσαρ δ᾽ ἐγγὺς ἔλαμπεν Ἰούλιος, ὅς ποτε Ῥώμην \nἀντιβίων ἔστεψεν ἀμετρήτοισι βοείαις. \nαἰγίδα μὲν βλοσυρῶπιν ἐπωμαδὸν ἦεν ἀείρων, \nδεξιτερῇ δὲ κεραυνὸν ἀγάλλετο χειρὶ κομίζων, \nοἷα Ζεὺς νέος ἄλλος ἐν Αὐσονίοισιν ἀκούων.  \nεἱστήκει δὲ Πλάτων θεοείκελος, ὁ πρὶν Ἀθήναις \nδείξας κρυπτὰ κέλευθα θεοκράντων ἀρετάων. \nἄλλην δ᾽ εὐπατέρειαν ἴδον χρυσῆν Ἀφροδίτην, \nγυμνὴν παμφανόωσαν ἐπὶ στέρνων δὲ θεαίνης \nαὐχένος ἐξ ὑπάτοιο χυθεὶς ἐλελίζετο κεστός. \nἵστατο δ᾽ Ἑρμαφρόδιτος ἐπήρατος, οὔθ᾽ ὅλος ἀνήρ, \nοὐδὲ γυνή: μικτὸν γὰρ ἔην βρέτας ἦ τάχα κοῦρον \nΚύπριδος εὐκόλποιο καὶ Ἑρμάωνος ἐνίψεις: \nμαζοὺς μὲν σφριγόωντας ἐδείκνυεν, οἷά τε κούρη: \nσχῆμα δὲ πᾶσιν ἔφαινε φυτοσπόρον ἄρσενος αἰδοῦς, \nξυνῆς ἀγλαΐης κεκερασμένα σήματα φαίνων. \nπαρθενικὴ δ᾽ Ἤριννα λιγύθροος ἕζετο κούρη, \nοὐ μίτον ἀμφαφόωσα πολύπλοκον, ἀλλ᾽ ἐνὶ σιγῇ \nΠιερικῆς ῥαθάμιγγας ἀποσταλάουσα μελίσσης.  \nμήτε λίπῃς Τέρπανδρον ἐΰθροον, οὗ τάχα φαίης \nἔμπνοον, οὐκ ἄφθογγον ἰδεῖν βρέτας: ὡς γὰρ ὀίω, \nκινυμέναις πραπίδεσσιν ἀνέπλεκε μύστιδα μολπήν, \nὥς ποτε δινήεντος ἐπ᾽ Εὐρώταο ῥοάων \nμυστιπόλῳ φόρμιγγι κατεπρήϋνεν ἀείδων \nἀγχεμάχων κακότητας Ἀμυκλαίων ναετήρων. \nἨγασάμην δ᾽ ὁρόων σε, Περίκλεες, ὅττι καὶ αὐτῷ \nχαλκῷ ἀναυδήτῳ δημηγόρον ἦθος ἀνάπτεις, \nὡς ἔτι Κεκροπίδῃσι θεμιστεύων πολιήταις, \nἢ μόθον ἐντύνων Πελοπήιον. ἱστάμενος δὲ \nἔπρεπε Πυθαγόρας, Σάμιος σοφός, ἀλλ᾽ ἐν Ὀλύμπῳ \nἐνδιάειν ἐδόκευε, φύσιν δ᾽ ἐβιάζετο χαλκοῦ, \nπλημμύρων νοερῇσι μεληδόσιν: ὡς γὰρ ὀίω, \nοὐρανὸν ἀχράντοισιν ἐμέτρεε μοῦνον ὀπωπαῖς. \nΣτησίχορον δ᾽ ἐνόησα λιγύθροον, ὅν ποτε γαῖα \nΣικελικὴ μὲν ἔφερβε, λύρης δ᾽ ἐδίδαξεν Ἀπόλλων \nἁρμονίην, ἔτι μητρὸς ἐνὶ σπλάγχνοισιν ἐόντα: \nτοῦ γὰρ τικτομένοιο καὶ ἐς φάος ἄρτι μολόντος \nἔκποθεν ἠερόφοιτος ἐπὶ στομάτεσσιν ἀηδὼν \nλάθρῃ ἐφεζομένη λιγυρὴν ἀνεβάλλετο μολπήν. \nχαῖρέ μοι Ἀβδήρων Δημόκριτε κῦδος ἀρούρης, \nὅττι σὺ καλλιτόκοιο φυῆς ἐφράσσαο θεσμούς, \nλεπτὰ διακρίνων πολυΐδμονος ὄργια Μούσης: \nαἰεὶ δὲ σφαλερὰς ἐγέλας βιότοιο κελεύθους, \nεὖ εἰδὼς ὅτι πάντα γέρων παραμείβεται Αἰών.  \nἩρακλέης δ᾽ ἀνίουλον ἐδείκνυε κύκλον ὑπήνης, \nμῆλα λεοντοφόνῳ παλάμᾐ χρύσεια κομίζων, \nγαίης ὄλβια δῶρα Λιβυστίδος. ἐγγύθι δ᾽ αὐτοῦ \nΠαλλάδος ἀρήτειρα παρίστατο, παρθένος Αὔγη, \nφᾶρος ἐπιστείλασα κατωμαδὸν οὐ γὰρ ἐθείρας \nκρηδέμνῳ συνέεργεν: ἑὰς δ᾽ ἀνετείνετο χεῖρας, \nοἷά τε κικλήσκουσα Διὸς γλαυκώπιδα κούρην, \nἈρκαδικῆς Τεγέης ὑπὸ δειράδος. ἵλαθι, γαίης \nΤρωϊάδος βλάστημα σακεσπάχον, ἵλαθι, λάμπων \nΑἰνεία Τρώων βουληφόρε: σαῖς γὰρ ὀπωπαῖς \nἀγλαΐης πνείουσα σοφὴ. περιλείβεται αἰδώς, \nθέσκελον ἀγγέλλουσα γένος χρυσῆς Ἀφροδίτης. \nἨγασάμην δὲ Κρέουσαν ἰδὼν πενθήμονι κόσμῳ, \nσύγγαμον Αἰνείαο κατάσκιον ἀμφὶ γὰρ αὐταῖς \nἀμφοτέραις κρήδεμνον ἐφελκύσσασα παρειαῖς, \nπάντα πέριξ ἐκάλυψε ποδηνεκέι χρόα πέπλῳ, \nοἷά τε μυρομένη: τὰ δὲ χάλκεα δάκρυα νύμφης \nἌρεϊ δουρίκτητον ἐμαντεύοντο τιθήνην, \nἼλιον Ἀργείοισιν ἐελμένον ἀσπιδιώταις, \nοὔθ᾽ Ἕλενος κοτέων ἀπεπαύετο: πατρίδι νηλὴς \nφαίνετο δινεύων ἔτι που χόλον ἦν μὲν ἀείρων \nδεξιτερῇ φιάλην ἐπιλοίβιον: ὡς δοκέω δέ, \nἐσθλὰ μὲν Ἀργείοις μαντεύετο, καδδὲ τιθήνης \nἀθανάτοις ἠρᾶτο πανύστατα πήματα φαίνειν. \n",
    "comments": [],
    "alignments": [
        "https://anthologiagraeca.org/api/alignments/682/?format=api"
    ],
    "passages": [
        "https://anthologiagraeca.org/api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:2.1c/?format=api"
    ]
}