GET /api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:4.4/?format=api
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept

{
    "id": 1060,
    "book": {
        "url": "https://anthologiagraeca.org/api/books/2/?format=api",
        "number": 4
    },
    "fragment": 4,
    "sub_fragment": "",
    "urn": "urn:cts:greekLit:tlg7000.tlg001.ag:4.4",
    "url": "https://anthologiagraeca.org/api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:4.4/?format=api",
    "web_url": "/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:4.4/",
    "manuscripts": [
        "http://digi.ub.uni-heidelberg.de/iiif/2/cpgraec23%3A087.jpg/pct:26.72298,10.54364,60.59663,37.45029/full/0/default.jpg",
        "http://digi.ub.uni-heidelberg.de/iiif/2/cpgraec23%3A086.jpg/pct:9.69276,9.66306,62.71031,68.89764/full/0/default.jpg",
        "http://digi.ub.uni-heidelberg.de/iiif/2/cpgraec23%3A085.jpg/pct:24.89381,9.55307,63.29548,69.7698/full/0/default.jpg"
    ],
    "texts": [
        {
            "url": "https://anthologiagraeca.org/api/texts/3532/?format=api",
            "language": "grc",
            "text": "μή τις ὑπαυχενίοιο λιπὼν ζωστῆρα λεπάδνου\nβάρβαρος ἐς Βασιλῆα βιημάχον ὄμμα τανύσσῃ:\nμηδ᾽ ἔτι Περσὶς ἄναλκις ἀναστείλασα καλύπτρην\n\nὄρθιον ἀθρήσειεν ἐποκλάζουσα δὲ γαίῃ,\nκαὶ λόφον αὐχήεντα καταγνάμπτουσα τενόντων,\nΑὐσονίοις ἄκλητος ὑποκλίνοιτο ταλάντοις.\nἑσπερίη θεράπαινα, σὺ δ᾽ ἐς κρηπῖδα Γαδείρων,\nκαὶ παρὰ πορθμὸνἼβηρα καὶ Ὠκεανίτιδα Θούλην,\n\nἤπιον ἀμπνεύσειας, ἀμοιβαίων δὲ τυράννων\n\nκράατα μετρήσασα τεῇ κρυφθέντα κονίῃ,\nθαρσαλέαις παλάμῃσι φίλην ἀγκάζεο Ῥώμην\nΚαυκασίῳ δὲ τένοντι καὶ ἐν ῥηγμῖνι Κυταίῃ,\nὁππόθι ταυρείοιο ποδὸς δουπήτορι χαλκῷ\n\nσκληρὰ σιδηρείης ἐλακίζετο νῶτα κονίης,\nσύννομον Ἀδρυάδεσσιν ἀναπλέξασα χορείην\nΦασιὰς εἱλίσσοιτο φίλῳ σκιρτήματι νύμφη,\nκαὶ καμάτους μέλψειε πολυσκήπτρου βασιλῆος,\nμόχθον ἀπορρίψασα γιγαντείου τοκετοῖο.\n\nμηδὲ γὰρ αὐχήσειεν Ἰωλκίδος ἔμβολον Ἀργοῦς,\nὅττι πόνους ἥρωος ἀγασσαμένη Παγασαίου\nοὐκέτι Κολχὶς ἄρουρα, γονῇ πλησθεῖσα Γιγάντων,\nεὐπτολέμοις σταχύεσσι μαχήμονα βῶλον ἀνοίγει.\nκεῖνα γὰρ ἢ μῦθός τις ἀνέπλασεν, ἢ διὰ τέχνης\n\nοὐχ ὁσίης τετέλεστο, πόθων ὅτε λύσσαν ἑλοῦσα\nπαρθενικὴ δολόεσσα μάγον κίνησεν ἀνάγκην\nἀλλὰ δόλων ἔκτοσθε καὶ ὀρφναίου κυκεῶνος\nΒάκτριος ἡμετέροισι Γίγας δούπησε βελέμνοις.\nοὐκέτι μοι χῶρός τις ἀνέμβατος, ἀλλ᾽ ἐνὶ πόντῳ\n\nὙρκανίου κόλποιο καὶ ἐς βυθὸν Αἰθιοπῆα\nἸταλικαῖς νήεσσιν ἐρέσσεται ἥμερον ὕδωρ.\nἀλλ᾽ ἴθι νῦν, ἀφύλακτος ὅλην ἤπειρον ὁδεύων,\nΑὐσόνιε, σκίρτησον, ὁδοιπόρε: Μασσαγέτην δὲ\nἀμφιθέων ἀγκῶνα καὶ ἄξενα τέμπεα Σούσων,\n\nἸνδῴης ἐπίβηθι κατ᾽ ὀργάδος, ἐν δὲ κελεύθοις\nεἴποτε διψήσειας, ἀρύεο δοῦλον Ὑδάσπην:\nναὶ μὴν καὶ κυανωπὸν ὑπὲρ δύσιν ἄτρομος ἕρπων\nκύρβιας Ἀλκείδαο μετέρχεο: θαρσαλέως δὲ\nἴχνιον ἀμπαύσειας ἐπὶ ψαμάθοισιν Ἰβήρων,\n\nὁππόθι, καλλιρέεθρον ὑπὲρ βαλβῖδα θαλάσσης,\nδίζυγος ἠπείροιο συναντήσασα κεραίη\nἐλπίδας ἀνθρώποισι βατῆς εὔνησε πορείης.\n\nἐσχατιὴν δὲ Λίβυσσαν ἐπιστείβων Νασαμώνων\nἔρχεο καὶ παρὰ Σύρτιν, ὅπῃ νοτίῃσι θυέλλαις\n\nἐς κλίσιν ἀντίπρωρον ἀνακλασθεῖσα Βορῆος,\nκαὶ ψαφαρὴν ἄμπωτιν ὕπερ, ῥηγμῖνι ἁλίπλῳ\nἀνδράσι δῖα θάλασσα πόρον χερσαῖον ἀνοίγει.\nοὐδὲ γὰρ ὀθνείης σε δεδέξεται ἤθεα γαίης,\nἀλλὰ σοφοῦ κτεάνοισιν ὁμιλήσεις Βασιλῆος,\n\nἔνθα κεν ἀίξειας, ἐπεὶ κυκλώσατο κόσμον\nκοιρανίῃ: Τάναϊς δὲ μάτην ἤπειρον ὁρίζων\nἐς Σκυθίην πλάζοιτο καὶ ἐς Μαιώτιδα λίμνην.\nτοὔνεκεν, ὁππότε πάντα φίλης πέπληθε γαλήνης,\nὁππότε καὶ ξείνοιο καὶ ἐνδαπίοιο κυδοιμοῦ\n\nἐλπίδες ἐθραύσθησαν ὑφ᾽ ἡμετέρῳ Βασιλῆι,\nδεῦρο, μάκαρ Θεόδωρε, σοφὸν στήσαντες ἀγῶνα\nπαίγνια κινήσωμεν ἀοιδοπόλοιο χορείης.\nσοὶ γὰρ ἐγὼ τὸν ἄεθλον ἐμόχθεον εἰς σὲ δὲ μύθων\nἐργασίην ἤσκησα, μιῇ δ᾽ ὑπὸ σύζυγι βίβλῳ\n\nἐμπορίην ἤθροισα πολυξείνοιο μελίσσης,\nκαὶ τόσον ἐξ ἐλέγοιο πολυσπερὲς ἄνθος ἀγείρας,\nστέμμα σοι εὐμύθοιο καθήρμοσα Καλλιοπείης,\nὡς φηγὸν Κρονίωνι καὶ ὁλκάδας Ἐννοσιγαίῳ,\nὡς Ἄρεϊ ζωστῆρα καὶ Ἀπόλλωνι φαρέτρην,\n\nὡς χέλυν Ἑρμάωνι καὶ ἡμερίδας Διονύσῳ.\nοἶδα γὰρ ὡς ἄλληκτον ἐμῆς ἱδρῶτι μερίμνης\nεὖχος ἐπιστάξειεν ἐπωνυμίη Θεοδώρου.\nπρῶτα δέ σοι λέξαιμι, παλαιγενέεσσιν ἐρίζων,\nὅσσαπερ ἐγράψαντο νέης γενετῆρες ἀοιδῆς\n\nὡς προτέροις μακάρεσσιν ἀνειμένα: καὶ γὰρ ἐῴκει\nγράμματος ἀρχαίοιο σοφὸν μίμημα φυλάξαι.\nἀλλὰ πάλιν μετ᾽ ἐκεῖνα % παλαίτερον εὖχος ἀγείρει\nὅσσαπερ ἢ γραφίδεσσι χαράξαμεν ἤ τινι χώρῳ,\n\nεἴτε καὶ εὐποίητον ἐπὶ βρέτας, εἴτε καὶ ἄλλης\n\nτέχνης ἐργοπόνοιο πολυσπερέεσσιν ἀέθλοις.\nκαὶ τριτάτην βαλβῖδα νεήνιδος ἔλλαχε βίβλου\nὅσσα θέμις, τύμβοισι τάπερ Θεὸς ἐν μὲν ἀοιδῇ\nἐκτελέειν νεύσειεν, ἐν ἀτρεκίῃ δὲ διώκειν.\nὅσσα δὲ καὶ βιότοιο πολυσπερέεσσι κελεύθοις\n\nγράψαμεν, ἀσταθέος δὲ τύχης σφαλεροῖσι ταλάντοις,\nδέρκεό μοι βίβλοιο παρὰ κρηπῖδα τετάρτην.\nναὶ τάχα καὶ πέμπτοιο χάρις θέλξειεν ἀέθλου,\nὁππόθι κερτομέοντες ἐπεσβόλον ἦχον ἀοιδῆς\nγράψαμεν. ἑκταῖον δὲ μέλος κλέπτουσα Κυθήρη\n\nεἰς ὀάρους ἐλέγοιο παρατρέψειε πορείην\nκαὶ γλυκεροὺς ἐς ἔρωτας. ἐν ἑβδομάτῃ δὲ μελίσσῃ\nεὐφροσύνας Βάκχοιο, φιλακρήτους τε χορείας,\nκαὶ μέθυ, καὶ κρητῆρα, καὶ ὄλβια δεῖπνα νοήσεις."
        }
    ],
    "authors": [
        {
            "url": "https://anthologiagraeca.org/api/authors/13/?format=api",
            "tlg_id": "tlg-4024",
            "names": [
                {
                    "name": "Agathias",
                    "language": "fra"
                },
                {
                    "name": "Agatías",
                    "language": "spa"
                },
                {
                    "name": "Agazia",
                    "language": "ita"
                },
                {
                    "name": "Agatias",
                    "language": "por"
                },
                {
                    "name": "Agathias",
                    "language": "eng"
                },
                {
                    "name": "Agathias",
                    "language": "lat"
                },
                {
                    "name": "Ἀγαθίας",
                    "language": "grc"
                }
            ]
        }
    ],
    "cities": [],
    "keywords": [],
    "scholia": [],
    "comments": [],
    "external_references": [],
    "internal_references": [],
    "media": [],
    "alignments": []
}