{"url":"https://anthologiagraeca.org/api/texts/84/?format=json","language":{"code":"grc","iso_name":"Ancient Greek (to 1453)","url":"https://anthologiagraeca.org/api/languages/grc/?format=json"},"edition":null,"unique_id":999931,"created_at":"2017-05-29T10:09:53Z","updated_at":"2022-09-09T18:18:44.169087Z","validation":0,"status":1,"text":"Ῥουφῖνος τῇ  μῇ γλυκερωτάτῃ Ἐλπίδι πολλὰ\r\nχαίρειν, εἰ χαίρειν χωρὶς ἐμοῦ δύναται.\r\nοὐκέτι βαστάζω, μὰ τὰ ς1᾽ ὄμματα, τὴν φιλέρημον\r\nκαὶ τὴν μουνολεχῆ σεῖο διαζυγίην\r\n\r\n                     ἀλλ᾽ αἰεὶ δακρύοισι πεφυρμένος ἢ  πὶ Κορησσὸν\r\nἔρχομαι ἢ μεγάλης νηὸν ἐς Ἀρτέμιδος.\r\nαὔριον ἀλλὰ πάτρη με δεδέξεται: ἐς δὲ σὸν ὄμμα\r\nπτήσομαι, ἐρρῶσθαι μυρία ς1᾽ εὐχόμενος.","comments":[],"alignments":[],"passages":["https://anthologiagraeca.org/api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:5.9/?format=json"]}