{"url":"https://anthologiagraeca.org/api/texts/7042/?format=json","language":{"code":"grc","iso_name":"Ancient Greek (to 1453)","url":"https://anthologiagraeca.org/api/languages/grc/?format=json"},"edition":{"url":"https://anthologiagraeca.org/api/editions/1/?format=json","descriptions":[{"url":"https://anthologiagraeca.org/api/descriptions/424/?format=json","language":{"code":"eng","iso_name":"English","url":"https://anthologiagraeca.org/api/languages/eng/?format=json"},"created_at":"2021-05-06T21:10:04.033306Z","updated_at":"2021-05-06T21:10:04.033317Z","description":"Paton edition"}],"edition_type":0,"metadata":{},"created_at":"2021-04-08T21:27:25.406000Z","updated_at":"2021-04-08T21:27:25.406000Z"},"unique_id":99997423,"created_at":"2021-04-20T02:12:24.880461Z","updated_at":"2021-04-20T02:12:24.880468Z","validation":0,"status":1,"text":"To be read as in the main text but to be written thus\n                     \n                         Κωτίλας\n τῆ τόδ᾽ ἄτριον νέον\n πρόφρων δὲ θυμῷ δέξο: δὴ γὰρ ἁγνᾶς\nτὸ μὲν θεῶν ἐριβόας Ἑρμᾶς ἔκιξε κᾶρυξ\n\n                         ἄνωγε δ᾽ ἐκ μέτρου μονοβάμονος μέγαν πάροιθ᾽ ἀέξειν\n θοῶς δ᾽ ὕπερθεν ὦκα λέχριον φέρων νεῦμα ποδῶν σποράδων πίφαυσκεν\nθοαῖς ἴς1᾽ αἰόλαις νεβροῖς κῶλ᾽ ἀλλάσσων ὀρσιπόδων ἐλάφων τέκεσσιν\n πᾶσαι κραιπνοῖς ὑπὲρ ἄκρων ἱέμεναι ποσὶ λόφων κατ᾽ ἀρθμίας ἴχνος τιθήνας\nκαί τις ὠμόθυμος ἀμφίπαλτον αἶψ᾽ αὐδὰν θὴρ ἐν κόλπῳ δεξάμενος θαλαμᾶν μυχοιτάτῳ\n\n                        καἶτ᾽ ὦκα βοᾶς ἀκοὰν μεθέπων, ὅγ᾽ ἄφαρ λάσιον νιφοβόλων ἀν᾽ ὀρέων ἔσσυται ἄγκος\nταῖσι δὴ δαίμων κλυτᾶς ἶσα θοοῖς δονέων ποσὶ πολύπλοκα μετίει μέτρα μολπᾶς\nῥίμφα πετρόκοιτον ἐκλιπὼν ὄρους1᾿ εὐνάν, ματρὸς πλαγκτὸν μαιόμενος βαλίας ἑλεῖν τέκος\nβλαχαὶ δ᾽ οἴων πολυβότων ἀν᾽ ὀρέων νομὸν ἔβαν τανυσφύρων ἐς ἀν᾽ ἄντρα Νυμφῶν\nταὶ δ᾽ ἀμβρότῳ πόθῳ φίλας ματρὸς ῥώοντ᾽ αἶψα μεθ᾽ ἱμερόεντα μαζὸν\n\n                        ἴχνει θένων  ταν παναίολον Πιερίδων μονόδουπον αὐδὰν\nἀριθμὸν εἰς ἄκραν δεκάδ᾽ ἰχνίων κόσμον νέμοντα ῥυθμῶν\nφῦλ᾽ ἐς βροτῶν, ὑπὸ φίλας ἑλὼν πτεροῖσι ματρός\nλιγειά μιν κάμ᾽ ἶφι ματρὸς ὠδίς\nΔωρίας ἀηδόνος\n\n                        ματέρος.\n                  Κωτίλας \nματέρος\nτῆ τόδ᾽ ἄτριον νέον\nΔωρίας ἀηδόνος\n\n                  πρόφρων δὲ θυμῷ δέξο: δἢ; γὰρ ἁγνᾶς\nλίγειά μιν κάμ᾽ ἶφι ματρὸς ὠδίς:\nτὸ μὲν θεῶν ἐριβόας Ἐρμᾶς ἔκιξε κάρυξ\nφῦλ᾽ ἐς βροτῶν, ὑπὸ φίλας ἑλὼν πτεροῖσι ματρός:\nἄνωγε δ᾽ ἐκ μέτρου μονοβάμονος μέγαν πάροιθ᾽ ἀέξειν\n\n                  ἀριθμὸν εἰς ἄκραν δεκάδ᾽ ἰχνίων κόσμον νέμοντα ῥυθμῶν.\nθοῶς δ᾽ ὕπερθεν ῾ὦκα λέχριον φέρων νεῦμα ποδῶν σποράδων πίφαυσκεν\nἴχνει θένων . . ταν παναίολον Πιερίδων μονόδουπον αὐδάν,\nθοαῖς ἴς1᾿ αἰόλαις αἰόλαις κῶλ᾽ ἀλλάσσων ὀρσιπόδων ἐλάφων τέκεσσιν:\nταὶ δ᾽ ἀμβρότῳ πόθῳ φίλας ματρὸς ῥώοντ᾽ αἶψα μεθ᾽ ἱμερόεντα μαζόν,\n\n                  πᾶσαι κραιπνοῖς ὑπὲρ ἄκρων ἱέμεναι ποσὶ λόφων κατ᾽ ἀρθμίας ἴχνος τιθῆνας:\nβλαχαὶ δ᾽ οἴων πολυβότων ἀν᾽ ὀρέων νομὸν ἐβαν ταννσφνρων ἐς ἀν᾽ ἄντρα Νυμφῶν:\nκαί τις ὠμόθυμος ἀμφίπαλτον αἶψ᾽ αὐδὰν θὴρ ἐν κόλπῳ δεξάμενος θαλαμᾶν μυχοιτάτῳ\nῥίμφα πετρόκοιτον ἐκλιπὼν ὄρους1᾿ εὐνάν, ματρὸς πλαγκτὸν μαιόμενος βαλίας ἑλεῖν τέκος:\nκαἶιτ᾽ ὦκα Βοᾶς ἀκοὰν μεθέπων, ὅγ᾽ ἄφαρ λάσιον νιφοβόλων ἀν᾽ ὀρέων ἔσσυται ἄγκος:\n\n                  ταῖσι δὴ δαίμων κλυτᾶς ἶσα θοοῖς δονέων ποσὶ πολύπλοκα μετίει μέτρα μολπᾶς.","comments":[],"alignments":[],"passages":["https://anthologiagraeca.org/api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:15.27/?format=json"]}