{"url":"https://anthologiagraeca.org/api/texts/7003/?format=json","language":{"code":"grc","iso_name":"Ancient Greek (to 1453)","url":"https://anthologiagraeca.org/api/languages/grc/?format=json"},"edition":{"url":"https://anthologiagraeca.org/api/editions/1/?format=json","descriptions":[{"url":"https://anthologiagraeca.org/api/descriptions/424/?format=json","language":{"code":"eng","iso_name":"English","url":"https://anthologiagraeca.org/api/languages/eng/?format=json"},"created_at":"2021-05-06T21:10:04.033306Z","updated_at":"2021-05-06T21:10:04.033317Z","description":"Paton edition"}],"edition_type":0,"metadata":{},"created_at":"2021-04-08T21:27:25.406000Z","updated_at":"2021-04-08T21:27:25.406000Z"},"unique_id":99997384,"created_at":"2021-04-20T02:12:23.842605Z","updated_at":"2021-04-20T02:12:23.842613Z","validation":0,"status":1,"text":"Ὀλὸς οὔ με λιβρὸς ἱρῶν\n Λιβάδεσσιν, οἷα κάλχη\nὙποφοινίῃσι τέγγει:\n Μαύλιες δ᾽ ὕπερθε πέτρης Ναξίας θοούμεναι\n\n                  Παμάτων φείδοντο Πανός: οὐ στροβίλῳ λιγνύι\n Ἰξὸς εὐώδης μελαίνει τρεχνέων με Νυσίων.\nἐς γὰρ βωμὸν ὁρῆς με μήτε γλούρου\n πλίνθοις, μήτ᾽ Ἀλύβης παγέντα βώλοις:\n†2οὐδ᾽ ὃν Κυνθογενὴς ἔτευξε φύτλη\n\n                   λαβόντε μηκάδων κέρα,\n Λισσαῖσιν ἀμφὶ δειράσιν\nὅσσαι νέμονται Κυνθίαις,\n ἰσόρροπος πελοιτό μοι.\n σὺν Οὐρανοῦ γὰρ ἐκγόνοις\n\n                  εἰνὰς μ᾽ ἔτευξε γηγενής:\n τάων ἀείζῳον τέχνην\nἔνευσε πάλμυς ἀφθίτων.\nσὺ δ᾽ ὦ πιὼν κρήνηθεν, ἣν\nἶνις κόλαψε Γοργόνος,\n\n                   Θύοις τ᾽ ἐπισπένδοις τέ μοι\nὙμηττιαδᾶν πολὺ λαροτέρην\nσπονδὴν ἄδην ἴθι δὴ θαρσέων\nἐς ἐμὴν τεῦξιν καθαρὸς γὰρ ἐγὼ\n ἰὸν ἱέντων τεράων, οἷα κέκευθ᾽ ἐκεῖνος\n\n                   ἀμφὶ Νέαις Θρηικίαις, ὃν σχεδόθεν Μυρίνης\n σοί, Τριπάτωρ, πορφυρέου φώρ ἀνέθηκε κριοῦ.","comments":[],"alignments":[],"passages":["https://anthologiagraeca.org/api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:15.25/?format=json"]}