{"url":"https://anthologiagraeca.org/api/texts/6748/?format=json","language":{"code":"grc","iso_name":"Ancient Greek (to 1453)","url":"https://anthologiagraeca.org/api/languages/grc/?format=json"},"edition":{"url":"https://anthologiagraeca.org/api/editions/1/?format=json","descriptions":[{"url":"https://anthologiagraeca.org/api/descriptions/424/?format=json","language":{"code":"eng","iso_name":"English","url":"https://anthologiagraeca.org/api/languages/eng/?format=json"},"created_at":"2021-05-06T21:10:04.033306Z","updated_at":"2021-05-06T21:10:04.033317Z","description":"Paton edition"}],"edition_type":0,"metadata":{},"created_at":"2021-04-08T21:27:25.406000Z","updated_at":"2021-04-08T21:27:25.406000Z"},"unique_id":99997129,"created_at":"2021-04-20T02:12:16.943779Z","updated_at":"2021-04-20T02:12:16.943787Z","validation":0,"status":1,"text":"πέμπτον μοι κλήρου, παῖ, λάμβανε: δωδέκατον δὲ\n δέξο, δάμαρ: πίσυρες δ᾽ υἱέος οἰχομένου\n παῖδες, ἀδελφειοί τε δύω, καὶ ἀγάστονε μῆτερ,\n ἑνδεκάτην κλήρου μοῖραν ἕκαστος ἔχε.\n\n                  αὐτὰρ, ἀνεψιαδοῖ, δυοκαίδεκα δέχθε τάλαντα:\n Εὔβουλος δ᾽ ἐχέτω πέντε τάλαντα φίλος.\n πιστοτάτοις δμώεσσιν ἐλευθερίην καὶ ἄποινα,\n μισθὸν ὑπηρεσίης, τοῖσδε δίδωμι τάδε:\n ὧδε δὲ λαμβανέτωσαν Ὀνήσιμος εἴκοσι πέντε\n\n                  μνᾶς ἐχέτω: Δᾶος δ᾽ εἴκοσι μνᾶς ἐχέτω,\nπεντήκοντα Σύρος, Συνετὴ δέκα, Τίβιος ὀκτώ:\n ἑπτὰ δὲ μνᾶς Συνετῷ παιδὶ δίδωμι Σύρου.\nἐκ δὲ τριηκόντων κοσμήσατε σῆμα ταλάντων,\n ῥέζετε δ᾽ Οὐδαίῳ Ζανὶ θυηπολίην\n\n                   δισσῶν ἔς τε πυρὴν καὶ ἄλφιτα καὶ τελαμῶνας,\n εἰκαίην δοιῶν σῶμα χάριν λαβέτω.","comments":[],"alignments":[],"passages":["https://anthologiagraeca.org/api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:14.123/?format=json"]}