{"url":"https://anthologiagraeca.org/api/texts/6170/?format=json","language":{"code":"grc","iso_name":"Ancient Greek (to 1453)","url":"https://anthologiagraeca.org/api/languages/grc/?format=json"},"edition":{"url":"https://anthologiagraeca.org/api/editions/1/?format=json","descriptions":[{"url":"https://anthologiagraeca.org/api/descriptions/424/?format=json","language":{"code":"eng","iso_name":"English","url":"https://anthologiagraeca.org/api/languages/eng/?format=json"},"created_at":"2021-05-06T21:10:04.033306Z","updated_at":"2021-05-06T21:10:04.033317Z","description":"Paton edition"}],"edition_type":0,"metadata":{},"created_at":"2021-04-08T21:27:25.406000Z","updated_at":"2021-04-08T21:27:25.406000Z"},"unique_id":99996551,"created_at":"2021-04-20T02:08:58.349500Z","updated_at":"2021-04-20T02:08:58.349508Z","validation":0,"status":1,"text":"οὐδὲν σωφροσύνης τεκμήριόν ἐστι πρόδηλον:\n τοῖς ἐμπαιζομένοις ἀνδράσι ταῦτα λέγω.\n οὔτε τὸ δύσμορφον πάντως ἀνύποπτον ὑπάρχει,\n οὔτ᾽ ἀκολασταίνειν πᾶσα πέφυκε καλή,\n\n                  καὶ γάρ τις διὰ τὴν ὥραν τοῖς πολλὰ διδοῦσιν\nοὐχ ἕπεται: πολλὰς δ᾽ ἔστι γυναῖκας ἰδεῖν\n\n                  οὐχὶ καλὰς τὴν ὄψιν, ὀπυιομένας ἀκορέστως,\n καὶ τοῖς χ;χρησαμένοις πολλὰ χαριζομένας.\nοὐκ εἴ τις συνάγει τὰς ὀφρύας, οὐδὲ γελῶσα\n\n                   φαίνεται, ὀφθῆναὶ τ᾽ ἀνδράσιν ἐκτρέπεται,\n σωφροσύνης τρόπος οὗτος ἐχέγγυος: ἀλλά τις εὕροι\nμαχλάδα; μὲν κρύβδην τὴν πάνυ σεμνοτάτην,\n τὰς δ᾽ ἱλαρὰς καὶ πᾶσι φιλανθρώπως προσιούσας\n σώφρονας, εἰ σώφρων ἐστὶ γυνή τις ὅλως.\n\n                  ἡλικίᾳ τοίνυν τάδε κρίνεται; ἀλλ᾽ Ἀφροδίτης\nοἴστρων εἰρήνην οὐδὲ τὸ γῆρας ἔχει.\n ὅρκοις λοιπὸν ἄγει τε πεποίθαμεν ἀλλὰ μεθ᾽ ὅρκον\n ζητεῖν ἔστι θεοὺς δώδεκα και † νερεου.","comments":[],"alignments":[],"passages":["https://anthologiagraeca.org/api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:10.56/?format=json"]}