{"url":"https://anthologiagraeca.org/api/texts/5696/?format=json","language":{"code":"grc","iso_name":"Ancient Greek (to 1453)","url":"https://anthologiagraeca.org/api/languages/grc/?format=json"},"edition":{"url":"https://anthologiagraeca.org/api/editions/1/?format=json","descriptions":[{"url":"https://anthologiagraeca.org/api/descriptions/424/?format=json","language":{"code":"eng","iso_name":"English","url":"https://anthologiagraeca.org/api/languages/eng/?format=json"},"created_at":"2021-05-06T21:10:04.033306Z","updated_at":"2021-05-06T21:10:04.033317Z","description":"Paton edition"}],"edition_type":0,"metadata":{},"created_at":"2021-04-08T21:27:25.406000Z","updated_at":"2021-04-08T21:27:25.406000Z"},"unique_id":99996077,"created_at":"2021-04-20T02:08:45.729816Z","updated_at":"2021-04-20T02:08:45.729823Z","validation":0,"status":1,"text":"Οὐτιδανοὶ μερόπων, εἰ καὶ μέγα ῥέξαμεν ἔργον,\n οὔτινος εἰς μνήμην δηρὸν ἐπερχόμεθα:\nοἱ δ᾽ ἀγαθοί, κἢν μηδέν, ἀναπνεύσωσι δὲ μοῦνον,\nὡς Λίβυς εἶπεν ἀνήρ, τοῦτ᾽ ἀδάμαντι μένει.\n\n                   δήποτε γὰρ Ζήνωνα πολισσοῦχον βασιλῆα,\n παίγνιον ἀφράστων ἐκτελέοντα κύβων,\n τοίη ποικιλότευκτος ἕλεν θέσις, εὖτ᾽ ἀπὸ λευκοῦ,\n τοῦ καὶ ὀπισθιδίην εἰς ὁδὸν ἐρχομένου,\n ἑπτὰ μὲν ἕκτος ἔχεν, μίαν εἴνατος: αὐτὰρ ὁ σοῦμμος\n\n                   δισσὰς ἀμφιέπων ἶσος ἔην δεκάτῳ:\nὅς τε πέλει μετὰ σοῦμμον ἔχεν δύο, μουνάδα δ᾽ ἄλλην\n ψῆφον τὴν πυμάτην ἀμφιέπεσκε δίβος.\n ἀλλὰ μέλας δισσὰς μὲν ἐν ὀγδοάτῳ λίπε χώρῳ\n καὶ τόσσας ἑτέρας ἐς θέσιν ἑνδεκάτην\n\n                   ἀμφὶ δυωδέκατον δὲ διέπρεπον εἴκελοι ἄλλαι,\n καὶ τρισκαιδεκάτῳ ψῆφος ἔκειτο μία:\n δίζυγες Ἀντίγονον διεκόσμεον ἀλλὰ καὶ αὐτῷ\nἶσος ἔμιμνε τύπος πεντεπικαιδεκάτῳ,\n ὀκτωκαιδεκάτῳ πανομοίιος: εἰσέτι δ᾽ ἄλλας\n\n                  εἶχεν διχθαδίας τέτρατος ἐκ πυμάτου.\nαὐτάρ ἄναξ λευκοῖο λαχὼν σημήια πεσσοῦ,\n καὶ τὴν ἐσσομένην οὐ νοέων παγίδα,\nτριχθαδίας ἀδόκητα βαλὼν ψηφῖδας ἀπ᾽ ἠθμοῦ,\nπύργου δουρατέου κλίμακι κευθομένῃ],\n\n                   δοιὰ καὶ ἓξ καὶ πέντε κατήγαγεν αὐτίκα δ᾽ ὀκτὼ\n ἄζυγας εἶχεν ὅλας πρόσθε μεριζομένας,\n τάβλην φεύγετε πάντες, ἐπεὶ καὶ κοίρανος αὐτὸς\n κείνης τὰς ἀλόγους οὐχ ὑπάλυξε τύχας.","comments":[],"alignments":[],"passages":["https://anthologiagraeca.org/api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:9.482/?format=json"]}