{"url":"https://anthologiagraeca.org/api/texts/5456/?format=json","language":{"code":"grc","iso_name":"Ancient Greek (to 1453)","url":"https://anthologiagraeca.org/api/languages/grc/?format=json"},"edition":{"url":"https://anthologiagraeca.org/api/editions/1/?format=json","descriptions":[{"url":"https://anthologiagraeca.org/api/descriptions/424/?format=json","language":{"code":"eng","iso_name":"English","url":"https://anthologiagraeca.org/api/languages/eng/?format=json"},"created_at":"2021-05-06T21:10:04.033306Z","updated_at":"2021-05-06T21:10:04.033317Z","description":"Paton edition"}],"edition_type":0,"metadata":{},"created_at":"2021-04-08T21:27:25.406000Z","updated_at":"2021-04-08T21:27:25.406000Z"},"unique_id":99995837,"created_at":"2021-04-20T02:08:39.455406Z","updated_at":"2021-04-20T02:08:39.455414Z","validation":0,"status":1,"text":"ἐξ ἐμέθεν λυκάβαντος ὑπηελίοιο θύρετρα,\nΑὐσονίης θ᾽ ^ ὕψος δέρκεται Ἠέλιος.\nαὐτὰρ ἐγὼ θαμινῇσι γύην νιφάδεσσι διαίνω,\n τεύχων εἰαρινῆς ἔγκυον ἀγλαΐης.\n\n                   ἄρχετ᾽ Ἄρης ἀπ᾽ ἐμεῖο, καὶ ἄνθεα καὶ γλάγος ἡδύ:\n ἴση δ᾽ εἰκοστῷ ἤματι νὺξ τελέθει.\n ἐντύνοι τημόσδε φυτοσκάφος, ἔρνεα τάμνων,\nῥίζᾐ ἐπ᾽ ἀγροτέρῃ ἥμερον ἀκρεμόνα.\n οἴγεται ἄρτι θάλασσα: ἐφοπλίζοιτε δὲ νῆας:\n\n                  ὥριον ἀκλύστων ἐκτὸς ἄγειν λιμένων.\n μεσσάτιος ῥόδου εἰμὶ καὶ ἀργεννοῖο κρίνοιο,\n καὶ ξανθῆς κεράσου βρίθομαι ἀκρεμόσιν.\nκαρκίνον Ἠέλιος μετανίσσεται: ἀστάχυας δὲ\nκαρφαλέους κείρει γειοπόνος δρεπάνῃ.\n\n                   κρίνω ἐγὼ Δηὼ καὶ ἀχυρμιάς: ἐν δὲ Λέοντι\nἀτρεκέα τελέθει χεύματα Νηιάδων.\nβρίθω ἐγὼ σταφυλῇ, βρίθω δ᾽ ἐπὶ πάσῃ ὀπώρῃ:᾿:\nαὖθις δ᾽ ἰσοπαλὴς γίνεται ἤματι νύξ.\nτίς  δὲ κ᾽ ἐμεῖο πέλοι γλυκερώτερος, ὃς μέθυ χεύω,\n\n                   ληνῷ ἐπεὶ κατάγω Βάκχον ἀπ᾽ οἰνοπέδου;\nεἴ τοι Ἀθηναίης πέλει ἔρνεα, ὥριον ἤδη\n καρπὸν ἀποθλίβειν, μνῆστιν ἔχειν καμάτων.\nπαύσασθαι νειοῦ κέλομαι: γλαγόωντι γὰρ ἤδη\nσπέρματι ῥιγεδανὴ πηγυλὶς ἀντιάσει.","comments":[],"alignments":[],"passages":["https://anthologiagraeca.org/api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:9.384/?format=json"]}