{"url":"https://anthologiagraeca.org/api/texts/5387/?format=json","language":{"code":"grc","iso_name":"Ancient Greek (to 1453)","url":"https://anthologiagraeca.org/api/languages/grc/?format=json"},"edition":{"url":"https://anthologiagraeca.org/api/editions/1/?format=json","descriptions":[{"url":"https://anthologiagraeca.org/api/descriptions/424/?format=json","language":{"code":"eng","iso_name":"English","url":"https://anthologiagraeca.org/api/languages/eng/?format=json"},"created_at":"2021-05-06T21:10:04.033306Z","updated_at":"2021-05-06T21:10:04.033317Z","description":"Paton edition"}],"edition_type":0,"metadata":{},"created_at":"2021-04-08T21:27:25.406000Z","updated_at":"2021-04-08T21:27:25.406000Z"},"unique_id":99995768,"created_at":"2021-04-20T02:08:37.631298Z","updated_at":"2021-04-20T02:08:37.631305Z","validation":0,"status":1,"text":"χείματος ἠνεμόεντος ἀπ᾽ αἰθέρος οἰχομένοιο,\nπορφυρέη μείδησε φερανθέος εἴαρος ὥρη.\n γαῖα δὲ κυανέη χλοερὴν ἐστέψατο ποίην,\n καὶ φυτὰ θηλήσαντα νέοις ἐκόμησε πετήλοις.\n\n                  οἱ δ᾽ ἁπαλὴν πίνοντες ἀεξιφύτου δρόσον Ἠοῦς\n λειμῶνες γελόωσιν, ἀνοιγομένοιο ῥόδοιο.\nχαίρει καὶ σύριγγι νομεὺς ἐν ὄρεσσι λιγαίνων,\nκαὶ πολιοῖς ἐρίφοις ἐπιτέρπεται αἰπόλος αἰγῶν.\n ἤδη δὲ πλώουσιν ἐπ᾽ εὐρέα κύματα ναῦται\n\n                  πνοιῇ ἀπημάντῳ Ζεφύρου λίνα κολπώσαντος.\n ἤδη δ᾽ εὐάζουσι φερεσταφύλῳ Διονύσῳ,\nἄνθεϊ βοτρυόεντος ἐρεψάμενοι τρίχα κισσοῦ,\nἔργα δὲ τεχνήεντα βοηγενέεσσι μελίσσαις\n καλὰ μέλει, καὶ σίμβλῳ ἐφήμεναι ἐργάζονται\n\n                  λευκὰ πολυτρήτοιο νεόρρυτα κάλλεα κηροῦ\n\n                  πάντῃ δ᾽ ὀρνίθων γενεὴ λιγύφωνον ἀείδει,\n ἀλκυόνες περὶ κῦμα, χελιδόνες ἀμφὶ μέλαθρα,\n κύκνος ἐπ᾽ ὄχθαισιν ποταμοῦ, καὶ ὑπ᾽ ἄλσος ἀηδών.\nεἰ δὲ φυτῶν χαίρουσι κόμαι, καὶ γαῖα τέθηλεν,\n\n                   συρίζει δὲ νομεὺς, καὶ τέρπεται εὔκομα μῆλα,\nκαὶ ναῦται πλώουσι, Διώνυσος δὲ χορεύει,\n καὶ μέλπει πετεεινά, καὶ ὠδίνουσι μέλισσαι,\n πῶς οὐ χ;χρὴ καὶ ἀοιδὸν ἐν εἴαρι καλὸν ἀεῖσαι;","comments":[],"alignments":[],"passages":["https://anthologiagraeca.org/api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:9.363/?format=json"]}