{"url":"https://anthologiagraeca.org/api/texts/5279/?format=json","language":{"code":"grc","iso_name":"Ancient Greek (to 1453)","url":"https://anthologiagraeca.org/api/languages/grc/?format=json"},"edition":{"url":"https://anthologiagraeca.org/api/editions/1/?format=json","descriptions":[{"url":"https://anthologiagraeca.org/api/descriptions/424/?format=json","language":{"code":"eng","iso_name":"English","url":"https://anthologiagraeca.org/api/languages/eng/?format=json"},"created_at":"2021-05-06T21:10:04.033306Z","updated_at":"2021-05-06T21:10:04.033317Z","description":"Paton edition"}],"edition_type":0,"metadata":{},"created_at":"2021-04-08T21:27:25.406000Z","updated_at":"2021-04-08T21:27:25.406000Z"},"unique_id":99995660,"created_at":"2021-04-20T02:08:34.766400Z","updated_at":"2021-04-20T02:08:34.766408Z","validation":0,"status":1,"text":"ἁ Κύπρις τὸν Ἔρωτα τὸν υἱέα μακρὸν ἐβώστρει:\n\n                  \n                      εἴ τις ἐνὶ τριόδοισι πλανώμενον εἶδεν Ἔρωτα,\n\n                      δραπετίδας ἐμός ἐστιν: ὁ μανυτὰς γέρας ἑξεῖ.\n\n                     μισθός τοι τὸ φίλαμα τὸ Κύπριδος: ἢν δ᾽ ἀγάγῃς νιν,\n\n                     \n                     οὐ γυμνὸν τὸ φίλαμα, τὺ δ᾽, ὦ ξένε, καὶ πλέον ἑξεῖς.\n\n                      ἔστι δ᾽ ὁ παῖς περίσαμος: ἐν εἴκοσι πᾶσι μάθοις νιν.\n\n                      χρῶτα μὲν οὐ λευκός, πυρὶ δ᾽ εἴκελος: ὄμματα δ᾽ αὐτοῦ\n\n                      δριμύλα καὶ φλογόεντα: κακαὶ φρένες, ἁδὺ λάλημα:\n\n                     οὐ γὰρ ἴσον νοέει καὶ φθέγγεται: ὡς μέλι φωνά\n\n                     \n                     ἢν δὲ χολᾷ, νόος ἐστὶν ἀνάμερος: ἠπεροπευτάς,\n\n                     οὐδὲν ἀλαθεύων, δόλιον βρέφος, ἄγρια παίσδει.\n\n                     εὐπλόκαμον τὸ κάρανον ἔχει δ᾽ ἰταμὸν τὸ πρόσωπον.\n\n                     \n                      μικκύλα μὲν τήνῳ τὰ χερύδρια, μακρὰ δὲ βάλλει:\n\n                     βάλλει δ᾽ εἰς Ἀχέροντα καὶ Ἀίδεω βασιλῆα.\n\n                     \n                      γυμνὸς μὲν τό γε σῶμα, νόος δ᾽ οἱ ἐμπεπύκασται:\n\n                     καὶ πτερόεις ὅσον ὄρνις ἐφίπταται ἄλλοτ᾽ ἐπ᾽ ἄλλως\n\n                      ἀνέρας ἠδὲ γυναῖκας, ἐπὶ σπλάγχνοις δὲ κάθηται\n\n                      τόξον ἔχει μάλα βαιόν, ὑπὲρ τόξω δὲ βέλεμνον\n\n                      τυτθὸν ἑοῖ τὸ βέλεμνον, ἐς αἰθέρα δ᾽ ἄχρι φορεῖται:\n\n                     \n                     καὶ χρύσεον περὶ νῶτα φαρέτριον ἔνδοθι δ᾽ ἐντὶ\n\n                      τοὶ πικροὶ κάλαμοι, τοῖς πολλάκι κἀμὲ τιτρώσκει.\n\n                     πάντα μὲν ἄγρια, πάντα: πολὺ πλέον ἁ δαῒς αὐτῷ\n\n                      βαιὰ λαμπὰς ἐοῖσα, τὸν Ἃλιον αὐτὸν ἀναίθει.\n\n                     ἢν τὺ γ᾽ ἕλῃς τῆνον, δήσας ἄγε, μηδ᾽ ἐλεήσῃς:\n\n                     \n                      κἢν ποτ᾽ ἴδῃς κλαίοντα, φυλάσσεο μή σε πλανήσῃ:\n\n                      κἢν γελάῃ, τύ νιν ἕλκε: καὶ ἢν ἐθέλῃ σε φιλᾶσαι,\n\n                      φεῦγε: κακὸν τὸ φίλαμα, τὰ χείλεα φάρμακον ἐντί.\n\n                     ἢν δὲ λέγῃ, Λάβε ταῦτα, χαρίζομαι ὅσσα μοι ὅπλα,\n\n                     μὴ τὺ θίγῃς πλάνα δῶρα: τὰ γάρ πυρὶ πάντα βέβαπται.","comments":[],"alignments":[],"passages":["https://anthologiagraeca.org/api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:9.440/?format=json"]}