{"url":"https://anthologiagraeca.org/api/texts/4725/?format=json","language":{"code":"grc","iso_name":"Ancient Greek (to 1453)","url":"https://anthologiagraeca.org/api/languages/grc/?format=json"},"edition":{"url":"https://anthologiagraeca.org/api/editions/1/?format=json","descriptions":[{"url":"https://anthologiagraeca.org/api/descriptions/424/?format=json","language":{"code":"eng","iso_name":"English","url":"https://anthologiagraeca.org/api/languages/eng/?format=json"},"created_at":"2021-05-06T21:10:04.033306Z","updated_at":"2021-05-06T21:10:04.033317Z","description":"Paton edition"}],"edition_type":0,"metadata":{},"created_at":"2021-04-08T21:27:25.406000Z","updated_at":"2021-04-08T21:27:25.406000Z"},"unique_id":99995106,"created_at":"2021-04-20T02:08:20.268050Z","updated_at":"2021-04-20T02:08:20.268057Z","validation":0,"status":1,"text":"ἡ γραῦς ἡ φθονερὴ παρεκέκλιτο γείτονι κούρῃ\n δόχμιον ἐν λέκτρῳ νῶτον ἐρεισαμένη,\n προβλὴς ὥς τις ἔπαλξις ἀνέμβατος: οἷα δὲ πύργος\nἔσκεπε τὴν κούρην ἁπλοῒς ἐκταδίη:\n\n                   καὶ σοβαρὴ θεράπαινα πύλας σφίγξασα μελάθρου\n κεῖτο χαλικρήτῳ νάματι βριθομένη.\n ἔμπης οὔ μ᾽ ἐφόβησαν ἐπεὶ στρεπτῆρα θυρέτρου\nχερσὶν ἀδουπήτοις βαιὸν ἀειράμενος,\nφρυκτοὺς αἰθαλόεντας ἐμῆς ῥιπίσμασι λώπης\n\n                   ἔσβεσα: καὶ διαδὺς λέχριος ἐν θαλάμῳ\n τὴν φύλακα κνώσσουσαν ὑπέκφυγον ἦκα δὲ λέκτρου\n νέρθεν ὑπὸ σχοίνοις γαστέρι συρόμενος,\n ὠρθούμην κατὰ βαιόν, ὅπη βατὸν ἔπλετο τεῖχος:\n ἄγχι δὲ τῆς κούρης στέρνον ἐρεισάμενος,\n\n                  μαζοὺς μὲν κρατέεσκον: ὑπεθρύφθην δὲ προσώπῳ,\n μάστακα πιαίνων χείλεος εὐαφίῃ.\nἦν δ᾽ ἄρα μοι τὰ λάφυρα καλὸν στόμα, καὶ τὸ φίλημα\nσύμβολον ἐννυχίης εἶχον ἀεθλοσύνης.\n οὔπω δ᾽ ἐξαλάπαξα φίλης πύργωμα κορείης,\n\n                   ἀλλ᾽ ἔτ᾽ ἀδηρίτῳ σφίγγεται ἀμβολίῃ.\n ἔμπης ἢν ἑτέροιο μόθου στήσωμεν ἀγῶνα,\n ναὶ τάχα πορθήσω τείχεα παρθενίης,\nοὐ δ᾽ ἔτι με σχήσουσιν ἐπάλξιες. ἢν δὲ τυχήσω,\n στέμματα σοὶ πλέξω, Κύπρι τροπαιοφόρε.","comments":[],"alignments":[],"passages":["https://anthologiagraeca.org/api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:5.294/?format=json"]}