{"url":"https://anthologiagraeca.org/api/texts/3137/?format=json","language":{"code":"grc","iso_name":"Ancient Greek (to 1453)","url":"https://anthologiagraeca.org/api/languages/grc/?format=json"},"edition":{"url":"https://anthologiagraeca.org/api/editions/1/?format=json","descriptions":[{"url":"https://anthologiagraeca.org/api/descriptions/424/?format=json","language":{"code":"eng","iso_name":"English","url":"https://anthologiagraeca.org/api/languages/eng/?format=json"},"created_at":"2021-05-06T21:10:04.033306Z","updated_at":"2021-05-06T21:10:04.033317Z","description":"Paton edition"}],"edition_type":0,"metadata":{},"created_at":"2021-04-08T21:27:25.406000Z","updated_at":"2021-04-08T21:27:25.406000Z"},"unique_id":99993168,"created_at":"2020-07-27T13:00:42Z","updated_at":"2020-07-27T13:00:42Z","validation":0,"status":1,"text":"\n                      Ἑλλανὶς τριμάκαιρα καὶ ἁ χαρίεσσα Λάμαξις\n ἤστην μὲν πάτρας φέγγεα Λεσβιάδος:\n ὅκκα δ᾽ Ἀθηναίῃσι σὺν ὁλκάσιν ἐνθάδε κέλσας\n τὰν Μυτιληναίων γᾶν ἀλάπαξε Πάχης,\n\n                      τᾶν κουρᾶν ἀδίκως ἠράσσατο, τὼς δὲ συνεύνως\n ἔκτανεν, ὡς τήνας τῇδε βιησόμενος.\n ταὶ δὲ κατ᾽ Αἰγαίοιο ῥόου πλατὺ λαῖτμα φερέσθην,\n καὶ ποτὶ τὰν κραναὰν Μοψοπίαν δραμέτην\n δάμῳ δ᾽ ἀγγελέτην ἀλιτήμονος ἔργα Πάχητος,\n\n                      μέσφα μιν εἰς ὀλοὴν κῆρα συνηλασάτην..\n\n                      τοῖα μὲν, ὦ κούρα, πεπονήκατον ἂψ δ᾽ ἐπὶ πάτραν\nἥκετον, ἐν δ᾽ αὐτᾷ κεῖσθον ἀποφθιμένα:\nεὖ δὲ πόνων ἀπόνασθον, ἐπεὶ ποτὶ σᾶμα συνεύνων\nεὕδετον, ἐς κλεινᾶς μνᾶμα σαοφροσύνας:\n\n                      ὑμνεῦσιν δ᾽ ἔτι πάντες ὁμόφρονας ἡρωίνας,\n πάτρας καὶ ποσίων πήματα τισαμένας.\n","comments":[],"alignments":[],"passages":["https://anthologiagraeca.org/api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:7.614/?format=json"]}