{"url":"https://anthologiagraeca.org/api/texts/2721/?format=json","language":{"code":"grc","iso_name":"Ancient Greek (to 1453)","url":"https://anthologiagraeca.org/api/languages/grc/?format=json"},"edition":{"url":"https://anthologiagraeca.org/api/editions/1/?format=json","descriptions":[{"url":"https://anthologiagraeca.org/api/descriptions/424/?format=json","language":{"code":"eng","iso_name":"English","url":"https://anthologiagraeca.org/api/languages/eng/?format=json"},"created_at":"2021-05-06T21:10:04.033306Z","updated_at":"2021-05-06T21:10:04.033317Z","description":"Paton edition"}],"edition_type":0,"metadata":{},"created_at":"2021-04-08T21:27:25.406000Z","updated_at":"2021-04-08T21:27:25.406000Z"},"unique_id":99992665,"created_at":"2020-07-10T18:04:47Z","updated_at":"2020-07-10T18:04:47Z","validation":0,"status":1,"text":"ἁ στάλα, σύνθημα τί σοι γοργωπὸς ἀλέκτωρ\nἔστα, καλλαΐνᾳ σκαπτοφόρος πτέρυγι,\nποσσὶν ὑφαρπάζων νίκας κλάδον; ἄκρα δ᾽ ἐπ᾽ αὐτᾶς\nβαθμῖδος προπεσὼν κέκλιται ἀστράγαλος.\nἦ ῥά γε νικάεντα μάχᾳ σκαπτοῦχον ἄνακτα\nκρύπτεις; ἀλλὰ τί σοι παίγνιον ἀστράγαλος;\nπρὸς δέ, τί λιτὸς ὁ τύμβος; ἐπιπμέπει ἀνδρὶ πενιχρῷ,\nὄρνιθος κλαγγαῖς νυκτὸς ἀνεγρομένῳ.\nοὐ δοκέω: σκᾶπτρον γὰρ ἀναίνεται. ἀλλὰ σὺ κεύθεις\n\nἀθλοφόρον, νίκαν ποσσὶν ἀειράμενον.\nοὐ ψαύω καὶ τῇδε: τί γὰρ ταχὺς εἴκελος ἀνὴρ\nἀστραγάλῳ; νῦν δὴ τὠτρεκὲς ἐφρασάμαν\nφοῖνιξ οὐ νίκαν ἐνέπει, πάτραν δὲ μεγαυχῆ\nματέρα Φοινίκων, τὰν πολύπαιδα Τύρον\nὄρνις δ᾽, ὅττι γεγωνὸς ἀνήρ, καί που περὶ Κύπριν\nπρᾶτος κἠν Μούσαις ποικίλος ὑμνοθέτας.\nσκᾶπτρα δ᾽ ἔχει σύνθημα λόγου: θνάσκειν δὲ πεσόντα\nοἰνοβρεχῆ, προπετὴς ἐννέπει ἀστράγαλος.\nκαὶ δὴ σύμβολα ταῦτα τὸ δ᾽ οὔνομα πέτρος ἀείδει,\nἈντίπατρον προγόνων, φύντ᾽ ἀπ᾽ ἐρισθενέων.","comments":[],"alignments":[],"passages":["https://anthologiagraeca.org/api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:7.428/?format=json"]}