{"url":"https://anthologiagraeca.org/api/texts/2325/?format=json","language":{"code":"grc","iso_name":"Ancient Greek (to 1453)","url":"https://anthologiagraeca.org/api/languages/grc/?format=json"},"edition":{"url":"https://anthologiagraeca.org/api/editions/1/?format=json","descriptions":[{"url":"https://anthologiagraeca.org/api/descriptions/424/?format=json","language":{"code":"eng","iso_name":"English","url":"https://anthologiagraeca.org/api/languages/eng/?format=json"},"created_at":"2021-05-06T21:10:04.033306Z","updated_at":"2021-05-06T21:10:04.033317Z","description":"Paton edition"}],"edition_type":0,"metadata":{},"created_at":"2021-04-08T21:27:25.406000Z","updated_at":"2021-04-08T21:27:25.406000Z"},"unique_id":99992042,"created_at":"2020-06-22T21:47:21Z","updated_at":"2020-06-22T21:47:21Z","validation":0,"status":1,"text":"\n                      βίβλος Πατρικίοιο θεουδέος ἀρητῆρος,\nὃς μέγα ἔργον ἔρεξεν, ὁμηρείης ἀπὸ βίβλου\n κυδαλίμων ἐπέων τεύξας ἐρίτιμον ἀοιδήν,\n πρήξιας ἀγγέλλουσαν ἀνικήτοιο Θεοῖο:\n\n                     ὡς μόλεν ἀνθρώπων ἐς ὁμήγυριν, ὡς λάβε μορφὴν\n ἀνδρομέην, καὶ γαστρὸς ἀμεμφέος ἔνδοθι κούρης\nκρύπτετο τυτθὸς ἐών, ὃν ἀπείριτος οὐ χάδε κύκλος:\nἠδ᾽ ὡς παρθενικῆς θεοκύμονος ἔσπασε μαζὸν\n παρθενίοιο γάλακτος ἀναβλύζοντα ῥέεθρον\n\n                     ὡς κτάνεν Ἡρώδης ἀταλάφρονας εἰσέτι παῖδας\n\n                     νήπιος, ἀθανάτοιο Θεοῦ διζήμενος οἶτον\nὥς μιν Ἰωάννης λοῦσεν ποταμοῖο ῥεέθροις:\nὥς τε δυώδεκα φῶτας ἀμύμονας ἔλλαβ᾽ ἑταίρους:\n ὅσσων τ᾽ ἄρτια πάντα Θεὸς τεκτήνατο γυῖα,\n\n                      νούσους τ᾽ ἐξελάσας στυγερὰς βλεφάρων τ᾽ ἀλαωτύν,\nἠδ᾽ ὅππως ῥείοντας ἀπέσβεσεν αἵματος ὁλκοὺς\n ἁψαμένης ἑανοῖο πολυκλαύτοιο γυναικός:\nἠδ᾽ ὅσσους μοίρῃσιν ὑπ᾽ ἀργαλέῃσι δαμέντας\n ἤγαγεν ἐς φάος αὖθις ἀπὸ χθονίοιο βερέθρου:\n\n                     ὥς τε πάθους ἁγίου μνημήια κάλλιπεν ἄμμιν\nὥς τε βροτῶν ὑπὸ χερσὶ τάθη κρυεροῖς ἐνὶ δεσμοῖς,\nαὐτὸς ἑκών οὐ γάρ τις ἐπιχθονίων πολεμίζοι\nὑψιμέδοντι Θεῷ, ὅτε μὴ αὐτός γε κελεύοι:\nὡς θάνεν, ὡς Ἀίδαο σιδήρεα ῥῆξε θύρετρα,\n\n                     κεῖθεν δὲ ψυχὰς θεοπειθέας οὐρανὸν εἴσω\n ἤγαγεν ἀχράντοισιν ὑπ᾽ ἐννεσίῃσι τοκῆος,\n ἀνστὰς ἐν τριτάτᾐ φαεσιμβρότῳ ἠριγενείῃ\n ἀρχέγονον βλάστημα θεοῦ γενετῆρος ἀνάρχου.\n","comments":[],"alignments":[],"passages":["https://anthologiagraeca.org/api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:1.119/?format=json"]}