{"url":"https://anthologiagraeca.org/api/texts/1762/?format=json","language":{"code":"grc","iso_name":"Ancient Greek (to 1453)","url":"https://anthologiagraeca.org/api/languages/grc/?format=json"},"edition":{"url":"https://anthologiagraeca.org/api/editions/1/?format=json","descriptions":[{"url":"https://anthologiagraeca.org/api/descriptions/424/?format=json","language":{"code":"eng","iso_name":"English","url":"https://anthologiagraeca.org/api/languages/eng/?format=json"},"created_at":"2021-05-06T21:10:04.033306Z","updated_at":"2021-05-06T21:10:04.033317Z","description":"Paton edition"}],"edition_type":0,"metadata":{},"created_at":"2021-04-08T21:27:25.406000Z","updated_at":"2021-04-08T21:27:25.406000Z"},"unique_id":99992966,"created_at":"2020-07-17T18:41:43Z","updated_at":"2020-07-17T18:41:43Z","validation":0,"status":1,"text":"νηλεὲς ὦ δαῖμον, τί δέ μοι καὶ φέγγος ἔδειξας\nεἰς ὀλίγων ἐτέων μέτρα μινυνθάδια;\nἢ ἵνα λυπήσῃς δι᾽ ἐμὴν βιότοιο τελευτὴν\nμητέρα δειλαίην δάκρυσι καὶ στοναχαῖς,\nἥ μ᾽ ἔτεχ᾽, ἥ μ᾽ ἀτίτηλε, καὶ ἣ πολὺ μείζονα πατρὸς\nφροντίδα παιδείης ἤνυσεν ἡμετέρης;\nὃς μὲν γὰρ τυτθόν τε καὶ ὀρφανὸν ἐν μεγάροισι\nκάλλιπεν: ἡ δ᾽ ἐπ᾽ ἐμοὶ πάντας ἔτλη καμάτους.\nἦ μὲν ἐμοὶ φίλον ἦεν ἐφ᾽ ἁγνῶν ἡγεμονήων\nἐμπρεπέμεν μύθοις ἀμφὶ δικασπολίας:\nἀλλά μοι οὐ γενύων ὑπεδέξατο κούριμον ἄνθος\nἡλικίης ἐρατῆς, οὐ γάμον, οὐ δαΐδας:\nοὐχ ὑμέναιον ἄεισε περικλυτόν, οὐ τέκος εἶδε,\nδύσποτμος, ἐκ γενεῆς λείψανον ἡμετέρης,\nτῆς πολυθρηνήτου: λυπεῖ δέ με καὶ τεθνεῶτα\nμητρὸς Πωλίττης πένθος ἀεξόμενον,\nΦρόντωνος γοεραῖς ἐπὶ φροντίσιν, ἣ τέκε παῖδα\nὠκύμορον, κενεὸν χάρμα φίλης πατρίδος.","comments":[],"alignments":[],"passages":["https://anthologiagraeca.org/api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:7.334/?format=json"]}