{"url":"https://anthologiagraeca.org/api/texts/1452/?format=json","language":{"code":"grc","iso_name":"Ancient Greek (to 1453)","url":"https://anthologiagraeca.org/api/languages/grc/?format=json"},"edition":{"url":"https://anthologiagraeca.org/api/editions/1/?format=json","descriptions":[{"url":"https://anthologiagraeca.org/api/descriptions/424/?format=json","language":{"code":"eng","iso_name":"English","url":"https://anthologiagraeca.org/api/languages/eng/?format=json"},"created_at":"2021-05-06T21:10:04.033306Z","updated_at":"2021-05-06T21:10:04.033317Z","description":"Paton edition"}],"edition_type":0,"metadata":{},"created_at":"2021-04-08T21:27:25.406000Z","updated_at":"2021-04-08T21:27:25.406000Z"},"unique_id":99991326,"created_at":"2019-06-24T13:45:03Z","updated_at":"2019-06-24T13:45:03Z","validation":0,"status":1,"text":"χαῖρε φάος ῥήτρης Ἰσόκρατες, ὅττι σὺ χαλκῷ \nκόσμον ἄγεις: δοκέεις γὰρ ἐπίφρονα μήδεα φαίνειν, \nεἰ καὶ ἀφωνήτῳ σε πόνῳ χαλκεύσατο τέχνη. \nἔστενε δ᾽ Ἀμφιάρηος ἔχων πυριλαμπέα χαίτην \nστέμματι δαφναίῳ: κρυφίην δ᾽ ἐλέλιζεν ἀνίην, \nθεσπίζων, ὅτι πᾶσι βοόκτιτος ἀνδράσι Θήβη \nἀνδράσιν Ἀργείοισιν ὑπότροπον ἦμαρ ὀλέσσει. \nἀγλαὸς εἱστήκει χρησμηγόρος, ὅντινά φασιν \nμαντιπόλου γενετῆρα θεοφραδέος Πολυείδου: \nεὐπετάλῳ δὲ κόμας ἐστεμμένος ἔπρεπε δάφνῃ. \nεἶδον ἀκερσεκόμην Ἕκατον θεόν, εἶδον ἀοιδῆς \nκοίρανον, ἀδμήτοισι κεκασμένον ἄνθεσι χαίτην \nεἶχε γὰρ ἀμφοτέροισι κόμης μεμερισμένον ὤμοις \nβόστρυχον αὐτοέλικτον: ἕλισσε δὲ μάντιν ὀπωπήν, \nοἷά τε μαντοσύνῃ μεροπήια πήματα λύων. \nγυμνὸς δ᾽ ὀβριμόθυμος ἔην Τελαμώνιος Αἴας, \nμήπω πρῶτον ἴουλον ἔχων ἐκέκαστο δὲ μορφῆς \nἄνθεσι πατρῴης: πλοκάμους δ᾽ ἐσφίγγετο μίτρῃ: \nοὐ γὰρ ἔην τρυφάλειαν ἔχων, οὐκ ἔγχος ἑλίσσων, \nοὐ σάκος ἑπταβόειον ἐπωμαδόν, ἀλλὰ τοκῆος \nθαρσαλέην ἀνέφαινεν ἀγηνορίην Τελαμῶνος. \nἵστατο Σαρπηδών, Λυκίων πρόμος: ἠνορέῃ μὲν \nφρικτὸς ἔην ἁπαλοῖς δὲ νεοτρεφέεσσιν ἰούλοις \nοἴνοπος ἄκρα χάρασσε γενειάδος: ἀμφὶ δὲ χαίταις \nεἶχε κόρυν γυμνὸς μὲν ἔην δέμας, ἀλλ᾽ ἐνὶ μορφῇ \nσπέρμα Διὸς σήμαινεν ἀπ᾽ ἀμφοτέρης γὰρ ὀπωπῆς \nμαρμαρυγὴν ἀπέπεμπεν ἐλευθερίου γενετῆρος, \nκαὶ τρίτος ;εὐχαίτης τριποδηλάλος ἦεν Ἀπόλλων, \nκαλὸς ἰδεῖν: πλόκαμος γὰρ ἕλιξ ἐπιδέδρομεν ὤμοις \nἀμφοτέροις: ἐρατὴ δὲ θεοῦ διεφαίνετο μορφή, \nχαλκῷ κόσμον ἄγουσα: θεὸς δ᾽ ἐτίταινεν ὀπωπήν, \nοἷά τε μαντιπόλοισιν ἐπὶ τριπόδεσσι δοκεύων. \nκαὶ τριτάτην θάμβησα πάλιν χρυσῆν Ἀφροδίτην, \nφάρεϊ κόλπον ἔχουσαν ἐπίσκιον ἀμφὶ δὲ μαζοῖς \nκεστὸς ἕλιξ κεχάλαστο, χάρις δ᾽ ἐνενήχετο κεστῷ. \nαἰχμητὴς δ᾽ ἀνίουλος ἐλάμπετο δῖος Ἀχιλλεύς, \nγυμνὸς ἐὼν σαγέων ἐδόκευε μὲν ἔγχος ἑλίσσειν \nδεξιτερῇ, σκαιῇ δὲ σάκος χάλκειον ἀείρειν, \nσχήματι τεχνήεντι: μόθου δ᾽ ἀπέπεμπεν ἀπειλὴν \nθάρσεϊ τολμήεντι τεθηγμένος: αἱ γὰρ ὀπωπαὶ \nγνήσιον ἦθος ἔφαινον ἀρήιον Αἰακιδάων.\n","comments":[],"alignments":["https://anthologiagraeca.org/api/alignments/686/?format=json"],"passages":["https://anthologiagraeca.org/api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:2.1f/?format=json"]}