{"url":"https://anthologiagraeca.org/api/texts/11142/?format=json","language":{"code":"grc","iso_name":"Ancient Greek (to 1453)","url":"https://anthologiagraeca.org/api/languages/grc/?format=json"},"edition":{"url":"https://anthologiagraeca.org/api/editions/1/?format=json","descriptions":[{"url":"https://anthologiagraeca.org/api/descriptions/424/?format=json","language":{"code":"eng","iso_name":"English","url":"https://anthologiagraeca.org/api/languages/eng/?format=json"},"created_at":"2021-05-06T21:10:04.033306Z","updated_at":"2021-05-06T21:10:04.033317Z","description":"Paton edition"}],"edition_type":0,"metadata":{},"created_at":"2021-04-08T21:27:25.406000Z","updated_at":"2021-04-08T21:27:25.406000Z"},"unique_id":100001471,"created_at":"2022-01-12T15:42:16.223385Z","updated_at":"2025-10-09T17:07:13.436948Z","validation":0,"status":1,"text":"Kεῖτο μὲν Ἀλκιμένης κεκακωμένος ἐκ πυρετοῖο,\r\nκαὶ περὶ λαυκανίην βραγχὰ λαρυγγιόων,\r\nνυσσόμενός τε τὸ πλευρὸν ἅτε ξιφέεσσιν ἀμυχθέν,\r\nκαὶ θαμὰ δυσκελάδοις ἄσθμασι πνευστιόων\r\nἦλθε δὲ Καλλίγνωτος ὁ Κώιος, ὁ πλατυλέσχης,\r\nτῆς παιωνιάδος πληθόμενος σοφίης,\r\nπᾶσαν ἔχων πρόγνωσιν ἐν ἄλγεσιν, οὔ τι περιττὸν\r\nἄλλο προαγγέλλων ἢ τὸ γενησόμενον.\r\nἈλκιμένους δ᾽ ἐδόκευεν ἀνάκλισιν, ἔκ τε προσώπου\r\nφράζετο, καὶ παλάμης ψαῦεν ἐπισταμένως,\r\nκαὶ τὸ περὶ κρισίμων φαέων ἐλογίζετο γράμμα,\r\nπάντ᾽ ἀναπεμπάζων οὐχ ἑκὰς Ἱπποκράτους.\r\nκαὶ τότε τὴν πρόγνωσιν ἐς Ἀλκιμένην ἀνεφώνει\r\nσεμνοπροσωπήσας καὶ σοβαρευόμενος:\r\n\" Eἴ γε φάρυγξ βομβεῦσα, καὶ ἄγρια τύμματα πλευροῦ,\r\nκαὶ πυρετῷ λήξει πνεῦμα δασυνόμενον,\r\nοὐκέτι τεθνήξει πλευρίτιδι: τοῦτο γὰρ ἡμῖν\r\nσύμβολον ἐσσομένης ἐστὶν ἀπημοσύνης.\r\nθάρσει τὸν νομικὸν δὲ κάλει, καὶ χρήματα σαυτοῦ ,\r\nεὖ διαθείς, βιότου λῆγε μεριμνοτόκου,\r\nκαί με τὸν ἰητρόν, προρρήσιος εἵνεκεν ἐσθλῆς,\r\nἐν τριτάτᾐ μοίρᾐ κάλλιπε κληρονόμον.\"","comments":[],"alignments":[],"passages":["https://anthologiagraeca.org/api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:11.382/?format=json"]}