{"url":"https://anthologiagraeca.org/api/texts/10/?format=json","language":{"code":"grc","iso_name":"Ancient Greek (to 1453)","url":"https://anthologiagraeca.org/api/languages/grc/?format=json"},"edition":{"url":"https://anthologiagraeca.org/api/editions/4/?format=json","descriptions":[{"url":"https://anthologiagraeca.org/api/descriptions/6/?format=json","language":{"code":"eng","iso_name":"English","url":"https://anthologiagraeca.org/api/languages/eng/?format=json"},"created_at":"2021-04-08T21:27:25.684000Z","updated_at":"2021-04-08T21:27:25.684000Z","description":"Cagnazzi"}],"edition_type":0,"metadata":{},"created_at":"2021-04-08T21:27:25.684000Z","updated_at":"2021-04-08T21:27:25.684000Z"},"unique_id":99997,"created_at":"2017-05-29T10:01:09Z","updated_at":"2017-05-29T10:01:09Z","validation":0,"status":1,"text":"Μοῦσα φίλα, τίνι τάνδε φέρεις πάγκαρπον ἀοιδάν;\nἢ τίς ὁ καὶ τεύξας ὑμνοθετᾶν στέφανον;\nἌνυσε μὲν Μελέαγρος, ἀριζάλῳ δὲ Διοκλεῖ\nμναμόσυνον ταύταν ἐξεπόνησε χάριν:\nπολλὰ μὲν ἐμπλέξας Ἀνύτης κρίνα, πολλὰ δὲ \nΜοιροῦς\nλείρια, καὶ Σαπφοῦς βαιὰ μὲν, ἀλλὰ ῥόδα:\nνάρκισσόν τε τορῶν Μελανιππίδου ἔγκυον ὕμνων,\nκαὶ νέον οἰνάνθης κλῆμα Σιμωνίδεω:\nσὺν δ᾽ ἀναμὶξ πλέξας μυρόπνουν εὐάνθεμον ἶριν\nΝοσσίδος, ἧς δέλτοις κηρὸν ἔτηξεν Ἔρως:\nτῇ δ᾽ ἅμα καὶ σάμψυχον ἀφ᾽ ἡδυπνόοιο Ῥιανοῦ,\nκαὶ γλυκὺν Ἠρίννης παρθενόχρωτα κρόκον,\nἈλκαίου τε λάληθρον ἐν ὑμνοπόλοις ὑάκινθον,\nκαὶ Σαμίου δάφνης κλῶνα μελαμπέταλον:\nἐν δὲ Λεωνίδεω θαλεροὺς κισσοῖο κορύμβους,\nΜνασάλκου τεκόμας ὀξυτόρου πίτυος:\nβλαισήν τε πλατάνιστον ἀπέθρισε Παμφίλου οἴνης,\nσύμπλεκτον καρύης ἔρνεσι Παγκράτεος,\nΤύμνεὼ τ᾽ εὐπέταλον λεύκην, χλοερόν τε σίσυμβρον\nΝικίου, Εὐφήμου τ᾽ ἀμμότροφον πάραλον:\nἐν δ᾽ ἄρα Δαμαγήτου, ἴον μέλαν, ἡδύ τε μύρτον\nΚαλλιμάχου, στυφελοῦ μεστὸν ἀεὶ μέλιτος, \nλυχνίδα τ᾽ Εὐφορίωνος, ἰδ᾽ ἐν Μούσησιν ἄμωμον,\nὃς Διὸς ἐκ κούρων ἔσχεν ἐπωνυμίην.\nΤῇσι δ᾽ ἅμ᾽ Ἡγησίππου νέπλεκε μαινάδα βότρυν, \nΠέρσου τ᾽ εὐώδη σχοῖνον ἀμησάμενος,\nσὺν δ᾽ ἅμα καὶ γλυκὺμηλον ἀπ᾽ ἀκρεμόνων Διοτίμου, \nκαὶ ῥοιῆς ἄνθη πρῶτα Μενεκράτεος, \nμυρραίους τε κλάδους Νικαινέτου, ἠδὲ Φαέννου\nτέρμινθον, βλωθρὴν τ᾽ ἀχράδα Σιμίεω:\nἐν δὲ καὶ ἐκ λειμῶνος ἀμωμήτοιο σέλινα,\nβαιὰ διακνίζων ἄνθεα, Παρθενίδος,\nλείψανὰ τ᾽ εὐκαρπεῦντα μελιστάκτων ἀπὸ Μουσέων,\nξανθοὺς ἐκ καλάμης Βακχυλίδεω στάχυας:\nἐν δ᾽ ἄρ᾽ Ἀνακρείοντα, τὸ μὲν γλυκὺ κεῖνο μέλισμα\nνέκταρος, ἐν δ᾽ ἐλέγους ἄσπορον ἀνθέμιον:\nἐν δὲ καὶ ἐκ φορβῆς σκολιότριχος ἄνθος ἀκάνθης \nἈρχιλόχου μικρὰς στράγγας ἀπ᾽ ὠκεανοῦ \nτοῖς δ᾽ ἅμ᾽ Ἀλεξάνδροιο νέους ὄρπηκας ἐλαίης\nἠδὲ Πολυκλείτου πορφυρέoν κύαmον. \nἐν δ᾽ ἄρ᾽ ἀμάρακον ἧκε Πολuστραvτοu, ἄνθος ἀοιδῶν, \nφοίνισσάν τε νέην κύπρον ἀπ᾽ Ἀντιπάτρου:\nναὶ μὴν καὶ Συρίαν σταχυότριχα θήκατο νάρδον\nὑμνοθέταν Ἑρμοῦ δῶρον ἀειδόμενον. \nEν δὲ Ποσείδιππόν τε καὶ Ἡδύλον ἄγρι᾽ ἀρούρης, \nΣικελίδεὼ τ᾽ ἀνέμοις ἄνθεα φυόμενα:\nναὶ μὴν καὶ χρύσειον ἀεὶ θείοιο Πλάτωνος\nκλῶνα, τὸν ἐξ ἀρετῆς πάντοθι λαμπόμενον. \nἌστρων τ᾽ ἴδριν Ἄρατον ὁμοῦ βάλεν, οὐρανομάκευς\nφοίνικος κείρας πρωτογόνους ἕλικας,\nλωτὸν τ᾽ εὐχαίτην Χαιρήμονος, ἐν φλογὶ μίξας\nΦαιδίμου, Ἀνταγόρου τ᾽ εὔστροφον ὄμμα βοός,\nτάν τε φιλάκρητον Θεοδωρίδεω νεοθαλῆ\nἕρπυλλον, κυάνων τ᾽ ἄνθεα Φανίεω,\nἄλλων τ᾽ ἔρνεα πολλὰ νεόγραφα: τοῖς δ᾽ ἅμα Μούσης\nκαὶ σφετέρης ἔτι που πρώιμα λευκόια.\nἈλλὰ φίλοις μὲν ἐμοῖσι φέρω χάριν: ἔστι δὲ μύσταις\nκοινὸς ὁ τῶν Μουσέων ἡδυεπὴς στέφανος.","comments":[],"alignments":["https://anthologiagraeca.org/api/alignments/5/?format=json"],"passages":["https://anthologiagraeca.org/api/passages/urn:cts:greekLit:tlg7000.tlg001.ag:4.1/?format=json"]}