Text
ὕδατος ἀκρήτου κεκορημένῳ ἄγχι παραστὰς
χθιζὸν ἐμοὶ λεχέων Βάκχος ἔλεξε τάδε:
εὕδεις ἄξιον ὕπνον ἀπεχθομένων Ἀφροδίτῃ:εἰπέ μοι, ὦ νήφων, πεύθεαι Ἱππολύτου;
— Paton edition
τάρβει, μή τι πάθῃς ἐναλίγκιον.
ὣς ὁ μὲν εἰπὼν
ᾤχετ᾽ ἐμοὶ δ᾽ ἀπὸ τῆς οὐκέτι τερπνὸν ὕδωρ.
Comments