Text
Ληθαίης ἀκάτοιο τριηκοσίους ὅτε ναύτας
δεύτερον ἔσχ᾽ Ἀίδης, πάντας ἀρηϊφάτους,Σπάρτας ὁ στόλος, εἶπεν
ἴδ᾽ ὡς πάλι πρὸσθια πάντατραύματα, καὶ στέρνοις δῆρις ἔνεστι μόνοις
νῦν γε μόθου κορέσασθε, καὶ εἰς ἐμὸν ἀμπαύσασθεὕπνον, ἀνικάτου δῆμος Ἐνυαλίου.
— Paton edition
Comments