Epigram 16.358

URN
Created on
By
Updated on

Descriptions

Text

πρεσβυτέρους κοῦρος μὲν ἐών, πρέσβυς δέ τε κούρους
νικᾷς, τεθρίππων κέντορας ἀθλοφόρων.
ἓξ δ᾽ ἐτέων ἀνύσας δεκάδας, στήλην ἐπὶ νίκαις
εἷλες, Καλλιόπα, νεύματι κοιρανίης,

ὄφρα μένοι καὶ ἔπειτα τεὸν κλέος. αἴθε τοι εἴη,
ὡς κλέος ἀθάνατον, καὶ δέμας ἀθάνατον.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 16.358: First revision

See all modifications →