Text
τὸν τοῖς μελιχροῖς Ἱμέροισι σύντροφον,
Λυαῖ᾽, Ἀνακρείοντα Τήιον κύκνον,
ἔσφηλας ὑγρῇ νέκταρος μεληδόνι.
λοξὸν γὰρ αὐτοῦ βλέμμα, καὶ περὶ σφυροῖςῥιφθεῖσα λώπευς πέζα, καὶ μονοζυγὲς
— Paton edition
μέθην ἐλέγχει σάνδαλον χέλυς δ᾽ ὅμως
τὸν εἰς Ἔρωτας ὕμνον ἀθροΐζεται.
ἀπτῶτα τήρει τὸν γεραιόν, Εὔιε.
Comments