Text
αὐτὸν βακχευτὴν ἐνέδυ θεόν, ἡνίκα βάκχας
ἐκ Θηβῶν Ἰταλὴν ἤγαγε πρὸς θυμέλην,
ἀνθρώποις Πυλάδης τερπνὸν δέος, οἷα χορεύων
δαίμονος ἀκρήτου πᾶσαν ἔπλησε πόλιν.— Paton edition
Θῆβαι γιγνώσκουσι τὸν ἐκ πυρός: οὐράνιος δὲ
οὗτος, ὁ παμφώνοις χερσὶ λοχευόμενος.
Comments