Text
τᾷδε κατὰ χλοεροῖο ῥιφεὶς λειμῶνος, ὁδῖτα,
ἄμπαυσον μογεροῦ μαλθακὰ γυῖα κόπου,
ᾗχί σε καὶ Ζεφύροιο τινασσομένη πίτυς αὔραις
θέλξει, τεττίγων εἰσαΐοντα μέλος,χὠ ποιμὴν ἐν ὄρεσσι μεσαμβρινὸν ἀγχόθι παγᾶς
— Paton edition
συρίσδων, λασίας θάμνῳ ὕπο πλατάνου:
καῦμα δ᾽ ὀπωρινοῖο φυγὼν κυνὸς αἶπος ἀμείψεις
ὥριον Ἑρμείῃ τοῦτ᾽ ἐνέποντι πιθοῦ.
Comments