Epigram 16.151

URN
Created on
By
Updated on

Descriptions

Text

ἀρχέτυπον Διδοῦς ἐρικυδέος, ὦ ξένε, λεύσσεις,
εἰκόνα θεσπεσίῳ κάλλεϊ λαμπομένην.
τοίη καὶ γενόμην, ἀλλ᾽ οὐ νόον, οἷον ἀκούεις,
ἔσχον, ἐπ᾽ εὐφήμοις δόξαν ἐνεγκαμένη.

οὐδὲ γὰρ Αἰνείαν ποτ᾽ ἐσέδρακον, οὐδὲ χρόνοισι
Τροίης περθομένης ἤλυθον ἐς Λιβύην:
ἀλλὰ βίας φεύγουσα Ἰαρβαίων ὑμεναίων
πῆξα κατὰ κραδίης φάσγανον ἀμφίτομον.
Πιερίδες, τί μοι ἁγνὸν ἐφωπλίσσασθε Μάρωνα

οἷα καθ᾽ ἡμετέρης ψεύσατο σωφροσύνης;

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 16.151: First revision

See all modifications →