Text
οὗτος ὁ Τευθρανίας πρόμος ἄσχετος, οὗτος ὁ τὸ πρὶν
Τήλεφος αἱμάξας φρικτὸν Ἄρη Δαναῶν,
Μυσὸν ὅτε πλήθοντα φόνῳ ἐκέρασσε Κάυκον,
οὗτος ὁ Πηλιακοῦ δούρατος ἀντίπαλος,νῦν ὀλοὸν μηρῷ κεύθων βάρος, οἷα λιπόπνους
— Paton edition
τήκεται, ἐμψύχῳ σαρκὶ συνελκόμενος.
οὗ καὶ τειρομένοιο περιπτώσσοντες Ἀχαιοὶ
φύρδην Τευθρανίας νεῦνται ἀπ᾽ ἠιόνος.
Comments